A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:9-14SBL Greek New Testament (SBLGNT)

Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.

SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:17-22SBL Greek New Testament (SBLGNT)

17 προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 ὅταν δὲ [a]παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί [b]λαλήσητε· 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19 παραδῶσιν WH Treg NIV ] παραδιδῶσιν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:19 λαλήσητε WH Treg NIV ] λαλήσετε RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9-13SBL Greek New Testament (SBLGNT)

βλέπετε δὲ ὑμεῖς ἑαυτούς· [a]παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη [b]πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 [c]καὶ ὅταν [d]ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί [e]λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 [f]καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9 παραδώσουσιν WH NIV ] + γὰρ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10 πρῶτον δεῖ WH Treg NIV ] δεῖ πρῶτον RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:12 καὶ παραδώσει WH Treg NIV ] Παραδώσει δὲ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12-19SBL Greek New Testament (SBLGNT)

12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς [a]τὰς συναγωγὰς καὶ φυλακάς, [b]ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 [c]ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. 14 [d]θέτε οὖν [e]ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται [f]ἀντιστῆναι ἢ ἀντειπεῖν [g]ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ [h]ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶν [i]κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 τὰς WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 ἀπαγομένους WH Treg NIV ] ἀγομένους RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:13 ἀποβήσεται WH NIV ] + δὲ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 θέτε WH Treg NIV ] Θέσθε RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἅπαντες WH Treg NIV ] πάντες RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NIV ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:19 κτήσασθε WH NIV RP ] κτήσεσθε Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11-12SBL Greek New Testament (SBLGNT)

11 ὅταν δὲ [a]εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ [b]μεριμνήσητε πῶς [c]ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 εἰσφέρωσιν WH Treg NIV ] προσφέρωσιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 μεριμνήσητε WH Treg NIV ] μεριμνᾶτε RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:11 ἢ τί WH Treg RP NA ] – NIV
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes