A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45-51SBL Greek New Testament (SBLGNT)

45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ [a]κύριος ἐπὶ τῆς [b]οἰκετείας αὐτοῦ τοῦ [c]δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [d]οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει [e]μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους [f]αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 οἰκετείας WH Treg NIV ] θεραπείας RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 δοῦναι WH Treg NIV ] διδόναι RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 12:41-46SBL Greek New Testament (SBLGNT)

41 Εἶπεν [a]δὲ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 [b]καὶ εἶπεν ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, [c]ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [d]τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:41 δὲ WH Treg NIV ] + αὐτῷ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 καὶ εἶπεν WH Treg NIV ] Εἶπεν δὲ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 WH Treg NIV ] καὶ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 τὸ WH NIV RP ] – Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes