A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36-51 SBL Greek New Testament (SBLGNT)

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν [a]οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ [b]πατὴρ μόνος. 37 ὥσπερ [c]γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως [d]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 [e]ὡς γὰρ ἦσαν ἐν ταῖς [f]ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ [g]γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [h]καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε [i]δύο ἔσονται ἐν τῷ ἀγρῷ, [j]εἷς παραλαμβάνεται καὶ [k]εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ [l]μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ [m]ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ [n]οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ [o]κύριος ἐπὶ τῆς [p]οἰκετείας αὐτοῦ τοῦ [q]δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [r]οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει [s]μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους [t]αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 οὐδὲ ὁ υἱός WH NIV ] Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 πατὴρ WH Treg NIV ] + μου RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 γὰρ WH Treg NIV ] δὲ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 ἔσται WH Treg NIV ] + καὶ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ὡς WH Treg NIV ] Ὥσπερ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:39 καὶ RP NA ] – WH Treg NIV
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:41 μύλῳ WH Treg NIV ] μύλωνι RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 οἰκετείας WH Treg NIV ] θεραπείας RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 δοῦναι WH Treg NIV ] διδόναι RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes