A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:23-28SBL Greek New Testament (SBLGNT)

23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε [a]πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως [b]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 [c]ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:27 ἔσται WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:28 ὅπου WH Treg NIV ] + γὰρ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21-23SBL Greek New Testament (SBLGNT)

21 [a]καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· [b]Ἴδε ὧδε ὁ [c]χριστός, [d]Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ [e]δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· [f]προείρηκα ὑμῖν πάντα.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 χριστός WH NIV ] + ἢ Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 δυνατὸν WH NIV ] + καὶ Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23-24SBL Greek New Testament (SBLGNT)

23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ [a]ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ [b]ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς [c]ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [d]ἐν τῇ ἡμέρᾳ αὐτοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23 ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NIV; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἀστραπὴ WH NIV ] + ἡ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ὑπὸ τὸν WH Treg NIV ] ὑπ᾽ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NIV RP ] – WH
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 17:37SBL Greek New Testament (SBLGNT)

37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ [a]καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:37 καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NIV ] συναχθήσονται οἱ ἀετοὶ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes