A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:41-46SBL Greek New Testament (SBLGNT)

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι [a]καλεῖ αὐτὸν κύριον λέγων· 44 [b]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [c]ὑποκάτω τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο [d]ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:43 καλεῖ αὐτὸν κύριον WH Treg NIV ] κύριον αὐτὸν καλεῖ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 Εἶπεν WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 ὑποκάτω WH Treg NIV ] ὑποπόδιον RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:46 ἀποκριθῆναι αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῆναι RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 12:35-37SBL Greek New Testament (SBLGNT)

35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς [a]Δαυίδ ἐστιν; 36 [b]αὐτὸς Δαυὶδ εἶπεν ἐν [c]τῷ πνεύματι τῷ ἁγίῳ· [d]Εἶπεν [e]κύριος τῷ κυρίῳ μου· [f]Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [g]ὑποκάτω τῶν ποδῶν σου. 37 [h]αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν [i]αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:35 Δαυίδ ἐστιν WH Treg NIV ] ἐστιν Δαυίδ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 αὐτὸς WH NIV ] + γὰρ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 τῷ πνεύματι τῷ WH Treg NIV ] πνεύματι RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Εἶπεν WH NIV ] Λέγει Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 κύριος WH Treg NIV ] ὁ κύριος RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Κάθου WH NIV RP ] Κάθισον Treg
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 ὑποκάτω WH NIV ] ὑποπόδιον Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτὸς WH Treg NIV ] + οὖν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ ἐστιν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 20:41-44SBL Greek New Testament (SBLGNT)

41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν [a]εἶναι Δαυὶδ υἱόν; 42 [b]αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· [c]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν [d]αὐτὸν κύριον καλεῖ, καὶ πῶς [e]αὐτοῦ υἱός ἐστιν;

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:41 εἶναι Δαυὶδ υἱόν WH NIV ] υἱὸν Δαυὶδ εἶναι Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 αὐτὸς γὰρ WH NIV ] καὶ αὐτὸς Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 Εἶπεν WH Treg NIV ] + ὁ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτὸν κύριον WH Treg ] κύριον αὐτὸν NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτοῦ υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes