A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12-13SBL Greek New Testament (SBLGNT)

12 Καὶ εἰσῆλθεν [a]Ἰησοῦς εἰς τὸ [b]ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν [c]ποιεῖτε σπήλαιον λῃστῶν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 ἱερόν WH Treg NIV ] + τοῦ θεοῦ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13 ποιεῖτε WH Treg NIV ] ἐποιήσατε RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15-17SBL Greek New Testament (SBLGNT)

15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ [a]εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ [b]τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν [c]καὶ ἔλεγεν [d]αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ [e]πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 τοὺς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 αὐτοῖς Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45-46SBL Greek New Testament (SBLGNT)

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [a]πωλοῦντας, 46 λέγων αὐτοῖς· Γέγραπται· [b]Καὶ ἔσται ὁ οἶκός μου οἶκος [c]προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας WH Treg NIV ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 Καὶ ἔσται WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 προσευχῆς WH Treg NIV ] + ἐστίν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:14-22SBL Greek New Testament (SBLGNT)

14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν [a]τὰ κέρματα καὶ τὰς τραπέζας [b]ἀνέστρεψεν, 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 [c]ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. 18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ [d]ὃν εἶπεν ὁ Ἰησοῦς.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:15 τὰ κέρματα WH Treg ] τὸ κέρμα NIV RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:15 ἀνέστρεψεν Treg RP ] ἀνέτρεψεν WH NIV
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:17 ἐμνήσθησαν WH Treg NIV ] + δὲ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:22 ὃν WH Treg NIV ] ᾧ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes