A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17-34 SBL Greek New Testament (SBLGNT)

17 [a]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [b]μαθητὰς κατ’ ἰδίαν, [c]καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ [d]ἐγερθήσεται.

20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι [e]παρ’ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν [f]σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω [g]πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα. 23 [h]λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου [i]πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ [j]εὐωνύμων οὐκ ἔστιν [k]ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.

24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 οὐχ οὕτως [l]ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς [m]ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃς [n]ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος [o]ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· [p]Κύριε, ἐλέησον ἡμᾶς, [q]υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον [r]ἔκραξαν λέγοντες· [s]Κύριε, ἐλέησον ἡμᾶς, [t]υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα [u]ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν [v]ὀμμάτων αὐτῶν, καὶ εὐθέως [w]ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 μαθητὰς WH NIV RP ] Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:19 ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:20 παρ᾽ RP ] ἀπ᾽ WH Treg NIV
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:21 σου Treg NIV RP ] WH
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:22 πίνειν WH Treg NIV ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 λέγει WH Treg NIV ] Καὶ λέγει RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 εὐωνύμων WH Treg NIV ] + μου RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:23 ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἔσται NIV ] δέ ἔσται RP; ἐστὶν WH Treg
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:26 ἂν WH Treg ] ἐὰν NIV RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἂν WH Treg NIV ] ἐὰν RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:27 ἔσται WH Treg NIV ] ἔστω RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 ἔκραξαν WH Treg NIV ] ἔκραζον RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:33 ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:34 ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes