A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3-12SBL Greek New Testament (SBLGNT)

Καὶ προσῆλθον [a]αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ [b]λέγοντες· Εἰ ἔξεστιν [c]ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς [d]εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ [e]κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· [f]Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ [g]κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [h]αὐτήν; λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖν [i]ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται [j]καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.

10 Λέγουσιν αὐτῷ οἱ [k]μαθηταί· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον [l]τοῦτον ἀλλ’ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 αὐτῷ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 λέγοντες WH Treg NIV ] + αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 ἀνθρώπῳ Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 κτίσας WH Treg NIV ] ποιήσας RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 Ἕνεκα WH Treg NIV ] Ἕνεκεν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 κολληθήσεται WH Treg NIV ] προσκολληθήσεται RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:7 αὐτήν NIV RP ] WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 ὅτι WH NIV RP ] Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] WH NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:10 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:11 τοῦτον Treg NIV RP ] WH
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2-12SBL Greek New Testament (SBLGNT)

[a]Καὶ [b]ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπαν· [c]Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. [d]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν [e]αὐτούς· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [f]καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10 Καὶ [g]εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ [h]περὶ τούτου [i]ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς [j]ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν, 12 καὶ ἐὰν [k]αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NIV ] Μωϋσῆς ἐπέτρεψεν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:5 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6 αὐτούς WH Treg NIV ] + ὁ θεός RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 εἰς τὴν οἰκίαν WH Treg NIV ] ἐν τῇ οἰκίᾳ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 περὶ τούτου WH Treg NIV ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 ἐπηρώτων WH NIV ] ἐπηρώτησαν Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:11 ἂν WH Treg NIV ] ἐὰν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NIV ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 16:18SBL Greek New Testament (SBLGNT)

18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, [a]καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:18 καὶ WH Treg NIV ] + πᾶς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes