A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:13-15SBL Greek New Testament (SBLGNT)

13 Τότε [a]προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶς [b]τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:13 προσηνέχθησαν WH Treg NIV ] προσηνέχθη RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:15 τὰς χεῖρας αὐτοῖς WH Treg NIV ] αὐτοῖς τὰς χεῖρας RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13-16SBL Greek New Testament (SBLGNT)

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα [a]αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ [b]ἐπετίμησαν αὐτοῖς. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς [c]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ [d]κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 αὐτῶν ἅψηται WH NIV ] ἅψηται αὐτῶν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 ἐπετίμησαν αὐτοῖς WH NIV ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15 ἂν WH Treg NIV ] ἐὰν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:16 κατευλόγει τιθεὶς … αὐτά WH NIV ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 18:15-17SBL Greek New Testament (SBLGNT)

15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ [a]ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς [b]προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς [c]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:15 ἐπετίμων WH Treg NIV ] ἐπετίμησαν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:16 προσεκαλέσατο αὐτὰ λέγων WH Treg NIV ] προσκαλεσάμενος αὐτὰ εἶπεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17 ἂν WH Treg NIV ] ἐὰν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes