A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 19:1-10SBL Greek New Testament (SBLGNT)

19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. καὶ ἰδοὺ ἀνὴρ ὀνόματι [a]καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ [b]αὐτὸς πλούσιος· καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν [c]εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ [d]Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ [e]ἡμίσιά [f]μου τῶν ὑπαρχόντων, κύριε, [g]τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 καλούμενος WH Treg RP NA ] – NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 αὐτὸς WH Treg NIV ] οὗτος ἦν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 εἰς τὸ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 ἡμίσιά WH Treg NIV ] ἡμίση RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 μου τῶν ὑπαρχόντων WH Treg NIV ] τῶν ὑπαρχόντων μου RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NIV ] δίδωμι τοῖς πτωχοῖς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes