A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:13-20SBL Greek New Testament (SBLGNT)

13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· [a]Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 [b]ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· 19 [c]δώσω σοι τὰς [d]κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ [e]ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ [f]ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 τότε [g]διεστείλατο τοῖς [h]μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός [i]ἐστιν ὁ χριστός.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:13 Τίνα WH Treg NIV ] + με RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17 ἀποκριθεὶς δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 δώσω WH NIV ] καὶ δώσω Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 κλεῖδας WH Treg NIV ] κλεῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 *ἐὰν WH NIV RP ] ἂν Treg
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19 *ἐὰν WH NIV RP ] ἂν Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 διεστείλατο Treg RP NA ] ἐπετίμησεν WH NIV
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:20 ἐστιν WH Treg NIV ] + Ἰησοῦς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 8:27-30SBL Greek New Testament (SBLGNT)

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ [a]εἶπαν αὐτῷ λέγοντες [b]ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ [c]ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς [d]ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [e]ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 εἶπαν αὐτῷ λέγοντες WH NIV ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι WH NIV ] – Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι εἷς WH Treg NIV ] ἕνα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 9:18-21SBL Greek New Testament (SBLGNT)

18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με [a]οἱ ὄχλοι λέγουσιν εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [b]Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.

21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ [c]λέγειν τοῦτο,

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:18 οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NIV RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:20 Πέτρος δὲ ἀποκριθεὶς WH Treg NIV ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:21 λέγειν WH Treg NIV ] εἰπεῖν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:67-71SBL Greek New Testament (SBLGNT)

67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 [a]ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ [b]ἅγιος τοῦ [c]θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος [d]Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν [e]παραδιδόναι αὐτόν, [f]εἷς ἐκ τῶν δώδεκα.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68 ἀπεκρίθη WH Treg NIV ] + οὖν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 ἅγιος WH Treg NIV ] χριστὸς ὁ υἱὸς RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 θεοῦ WH Treg NIV ] + τοῦ ζῶντος RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτην RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 παραδιδόναι αὐτόν WH Treg NIV ] αὐτόν παραδιδόναι RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 εἷς WH Treg NIV ] + ὢν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes