A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:32-39SBL Greek New Testament (SBLGNT)

32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ [a]μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ [b]παραγγείλας [c]τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 [d]ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας [e]καὶ εὐχαριστήσας ἔκλασεν καὶ [f]ἐδίδου τοῖς [g]μαθηταῖς οἱ δὲ μαθηταὶ [h]τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ [i]τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια [j]Μαγαδάν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:35 παραγγείλας WH Treg NIV ] ἐκέλευσεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:35 τῷ ὄχλῳ WH Treg NIV ] τοῖς ὄχλοις RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 ἔλαβεν WH Treg NIV ] καὶ λαβὼν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 καὶ WH Treg NIV ] RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 ἐδίδου WH Treg NIV ] ἔδωκεν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 μαθηταῖς WH NIV ] + αὐτοῦ Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 τοῖς ὄχλοις WH Treg NIV ] τῷ ὄχλῷ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:37 τὸ … κλασμάτων ἦραν WH Treg NIV ] ἦραν τὸ … κλασμάτων RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:39 Μαγαδάν WH Treg NIV ] Μαγδαλά RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1-10SBL Greek New Testament (SBLGNT)

Ἐν ἐκείναις ταῖς ἡμέραις [a]πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, [b]προσκαλεσάμενος τοὺς [c]μαθητὰς λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [d]καί τινες αὐτῶν [e]ἀπὸ μακρόθεν [f]ἥκασιν. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [g]ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; καὶ [h]ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶ [i]παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα [j]παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας [k]αὐτὰ εἶπεν [l]καὶ ταῦτα παρατιθέναι. [m]καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν [n]δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 καὶ [o]εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 πάλιν πολλοῦ WH Treg NIV ] παμπόλλου RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 καί τινεςWH Treg NIV ] τινὲς γὰρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἀπὸ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἥκασιν Treg NIV ] εἰσίν WH; ἥκουσιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:4 ὅτι WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:5 ἠρώτα WH Treg NIV ] ἐπηρώτα RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παραγγέλλει WH Treg NIV ] παρήγγειλεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παρατιθῶσιν WH Treg NIV ] παραθῶσιν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 αὐτὰ WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 καὶ ταῦτα παρατιθέναι WH Treg NIV ] παραθεῖναι καὶ αὐτά RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:8 καὶ ἔφαγον WH Treg NIV ] Ἔφαγον δέ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:9 δὲ WH NIV ] + οἱ φαγόντες Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes