A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22-33SBL Greek New Testament (SBLGNT)

22 Καὶ εὐθέως [a]ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι [b]εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη [c]σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς [d]ἦλθεν πρὸς [e]αὐτοὺς περιπατῶν ἐπὶ [f]τὴν θάλασσαν. 26 [g]οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ [h]τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 [i]εὐθὺς δὲ ἐλάλησεν [j]αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

28 Ἀποκριθεὶς δὲ [k]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με [l]ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ [m]πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα [n]καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον [o]ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ [p]ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ [q]πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 ἠνάγκασεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 εἰς WH Treg ] + τὸ NIV RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:24 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NIV ] μέσον τῆς θαλάσσης ἦν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 ἦλθεν WH Treg NA ] ἀπῆλθεν NIV RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 αὐτοὺς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 τὴν θάλασσαν WH Treg NIV ] τῆς θαλάσσης RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NIV ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 τῆς θαλάσσης WH Treg NIV ] τὴν θάλασσαν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 εὐθὺς WH Treg NIV ] Εὐθέως RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NIV RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 ἐλθεῖν πρὸς σὲ WH Treg NIV ] πρός σε ἐλθεῖν RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 πλοίου WH Treg ] + ὁ NIV RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 καὶ ἦλθεν WH NIV ] ἐλθεῖν Treg RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30 ἰσχυρὸν Treg RP NA ] WH NIV
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:32 ἀναβάντων WH Treg NIV ] ἐμβάντων RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:33 πλοίῳ WH NIV ] + ἐλθόντες Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45-52SBL Greek New Testament (SBLGNT)

45 Καὶ [a]εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν [b]εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς [c]ἀπολύει τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ [d]ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος [e]αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν [f]ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν [g]ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. [h]ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν [i]ἐκ περισσοῦ ἐν ἑαυτοῖς [j]ἐξίσταντο, 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, [k]ἀλλ’ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εἰς τὸ πέραν WH Treg RP NA ] – NIV
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 ἀπολύει WH Treg NIV ] ἀπολύσῃ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 ἰδὼν WH Treg NIV ] εἶδεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NIV ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ὅτι φάντασμά ἐστιν WH NIV ] φάντασμα εἶναι Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:50 ὁ δὲ εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐκ περισσοῦ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐξίσταντο WH Treg NIV ] + καὶ ἐθαύμαζον RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:52 ἀλλ᾽ ἦν WH Treg NIV ] ἦν γὰρ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:16-21SBL Greek New Testament (SBLGNT)

16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες [a]εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ [b]οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος [c]διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως [d]ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:17 εἰς WH Treg NIV ] + τὸ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:17 οὔπω WH Treg NIV ] οὐκ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:18 διεγείρετο WH Treg NIV ] διηγείρετο RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:21 ἐγένετο τὸ πλοῖον WH Treg NIV ] τὸ πλοῖον ἐγένετο RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes