A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:15-36 SBL Greek New Testament (SBLGNT)

15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ [a]μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπεν· Φέρετέ μοι [b]ὧδε αὐτούς. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ [c]τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

22 Καὶ εὐθέως [d]ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι [e]εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη [f]σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς [g]ἦλθεν πρὸς [h]αὐτοὺς περιπατῶν ἐπὶ [i]τὴν θάλασσαν. 26 [j]οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ [k]τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 [l]εὐθὺς δὲ ἐλάλησεν [m]αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

28 Ἀποκριθεὶς δὲ [n]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με [o]ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ [p]πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα [q]καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον [r]ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ [s]ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ [t]πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

34 Καὶ διαπεράσαντες ἦλθον [u]ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:15 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:18 ὧδε αὐτούς WH Treg NIV ] αὐτοὺς ὧδε RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:19 τοῦ χόρτου WH Treg NIV ] τοὺς χόρτους RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 ἠνάγκασεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:22 εἰς WH Treg ] + τὸ NIV RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:24 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NIV ] μέσον τῆς θαλάσσης ἦν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 ἦλθεν WH Treg NA ] ἀπῆλθεν NIV RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 αὐτοὺς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:25 τὴν θάλασσαν WH Treg NIV ] τῆς θαλάσσης RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NIV ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:26 τῆς θαλάσσης WH Treg NIV ] τὴν θάλασσαν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 εὐθὺς WH Treg NIV ] Εὐθέως RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:27 αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NIV
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NIV RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:28 ἐλθεῖν πρὸς σὲ WH Treg NIV ] πρός σε ἐλθεῖν RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 πλοίου WH Treg ] + ὁ NIV RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:29 καὶ ἦλθεν WH NIV ] ἐλθεῖν Treg RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:30 ἰσχυρὸν Treg RP NA ] WH NIV
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:32 ἀναβάντων WH Treg NIV ] ἐμβάντων RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:33 πλοίῳ WH NIV ] + ἐλθόντες Treg RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:34 ἐπὶ τὴν γῆν εἰς WH Treg NIV ] εἰς τὴν γῆν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes