A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:1-2SBL Greek New Testament (SBLGNT)

14 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.

SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14-16SBL Greek New Testament (SBLGNT)

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [a]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [b]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοι [c]δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι [d]προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ [e]ὁ Ἡρῴδης [f]ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος [g]ἠγέρθη.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 δὲ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 προφήτης WH Treg NIV ] + ἐστίν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 9:7-9SBL Greek New Testament (SBLGNT)

Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ [a]γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης [b]ἠγέρθη ἐκ νεκρῶν, ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης [c]τις τῶν ἀρχαίων ἀνέστη. [d]εἶπεν δὲ [e]ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ [f]οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:7 γινόμενα WH Treg NIV ] + ὑπ᾽ αὐτοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:7 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:8 τις WH Treg NIV ] εἷς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:9 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:9 WH RP ] – Treg NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:9 οὗ WH NIV ] + ἐγὼ Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes