A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:53-58SBL Greek New Testament (SBLGNT)

53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; [a]οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ [b]Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ [c]πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:55 οὐχ WH Treg NIV ] Οὐχί RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:55 Ἰωσὴφ WH Treg NIV ] Ἰωσῆς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:57 πατρίδι WH Treg NIV ] + αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 6:1-6SBL Greek New Testament (SBLGNT)

Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ [a]ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο [b]διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ [c]οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα [d]τούτῳ, καὶ [e]αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ [f]γινόμεναι; οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς [g]τῆς Μαρίας [h]καὶ ἀδελφὸς Ἰακώβου καὶ [i]Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. [j]καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς [k]συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐδύνατο ἐκεῖ [l]ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· καὶ [m]ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:1 ἔρχεται WH Treg NIV ] ἦλθεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ διδάσκειν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 οἱ WH ] – Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 τούτῳ WH Treg NIV ] αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 αἱ WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 γινόμεναι WH Treg NIV ] γίνονται RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 τῆς WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 καὶ ἀδελφὸς WH Treg NIV ] ἀδελφὸς δὲ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:4 καὶ ἔλεγεν WH Treg NIV ] Ἔλεγεν δὲ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:4 συγγενεῦσιν αὐτοῦ WH Treg NIV ] συγγενέσιν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NIV ] οὐδεμίαν δύναμιν ποιῆσαι RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:6 ἐθαύμαζεν Treg NIV RP ] ἐθαύμασεν WH
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16-30SBL Greek New Testament (SBLGNT)

16 Καὶ ἦλθεν [a]εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον [b]τοῦ προφήτου Ἠσαΐου καὶ [c]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν [d]με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων [e]οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· [f]Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα [g]εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς [h]ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς [i]Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν [j]ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις [k]ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν· 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16 εἰς WH Treg NIV ] + τὴν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 τοῦ προφήτου Ἠσαΐου WH Treg NIV ] Ἠσαΐου τοῦ προφήτου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας NIV RP ] ἀνοίξας WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 με WH Treg NIV ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:20 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:22 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος WH NIV ] Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ Treg; Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:23 εἰς τὴν Καφαρναοὺμ WH NIV ] εἰς Καφαρναοὺμ Treg; ἐν τῇ Καπερναούμ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:25 ἐπὶ NIV RP ] – WH Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:26 Σιδωνίας WH Treg NIV ] Σιδῶνος RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:27 ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου WH Treg NIV ] ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:29 ᾠκοδόμητο αὐτῶν ὥστε WH Treg NIV ] αὐτῶν ᾠκοδόμητο εἰς τὸ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes