A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:37-53 SBL Greek New Testament (SBLGNT)

37 ὁ δὲ ἀποκριθεὶς [a]εἶπεν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια [b]αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [c]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ [d]αἰῶνος· 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων [e]ὦτα ἀκουέτω.

44 [f]Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ [g]πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν [h]ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 [i]εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς [j]ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

51 [k]Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· [l]Ναί. 52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς [m]τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:37 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:39 αἰῶνός WH Treg NIV ] τοῦ αἰῶνός RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:40 καίεται Treg RP ] κατακαίεται WH NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:40 αἰῶνος WH Treg NIV ] + τούτου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:43 ὦτα WH NIV ] + ἀκούειν Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44 Ὁμοία WH Treg NIV ] Πάλιν ὁμοία RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44 πωλεῖ πάντα ὅσα ἔχει Treg NIV ] πωλεῖ ὅσα ἔχει WH; πάντα ὅσα ἔχει πωλεῖ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:45 ἀνθρώπῳ Treg NIV RP ] WH
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:46 εὑρὼν δὲ WH Treg NIV ] ὃς εὑρὼν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:48 ἄγγη WH Treg NIV ] ἀγγεῖα RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:51 Συνήκατε WH Treg NA ] Λέγει αὐτοῖς ὁ Ἰησοῦς Συνήκατε NIV RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:51 Ναί WH Treg NIV ] + κύριε RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:52 τῇ βασιλείᾳ WH Treg NIV ] εἰς τὴν βασιλείαν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes