A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:9-14SBL Greek New Testament (SBLGNT)

Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· 10 καὶ ἰδοὺ [a]ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν [b]θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Τίς [c]ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. 13 τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν [d]σου τὴν χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. 14 [e]ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:10 ἄνθρωπος WH Treg NIV ] + ἦν τὴν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:10 θεραπεύειν WH Treg RP ] θεραπεῦσαι NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:11 ἔσται WH NIV RP ] Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:13 σου τὴν χεῖρα WH Treg NIV ] τὴν χεῖρά σου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι … αὐτοῦ WH Treg NIV ] Οἱ δὲ Φαρισαῖοι … αὐτοῦ ἐξελθόντες RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 3:1-6SBL Greek New Testament (SBLGNT)

Καὶ εἰσῆλθεν πάλιν [a]εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα [b]κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ [c]τὴν χεῖρα ἔχοντι ξηράν· [d]Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν [e]ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν [f]χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [g]αὐτοῦ. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [h]εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [i]ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:1 εἰς WH ] + τὴν Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:2 κατηγορήσωσιν WH NIV RP ] κατηγορήσουσιν Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NIV; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:4 ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 χεῖρα NIV ] + σου WH Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 αὐτοῦ WH Treg NIV ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 ἐδίδουν WH Treg NIV ] ἐποίουν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6-11SBL Greek New Testament (SBLGNT)

Ἐγένετο [a]δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν [b]ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· [c]παρετηροῦντο [d]δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ [e]θεραπεύει, ἵνα εὕρωσιν [f]κατηγορεῖν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, [g]εἶπεν δὲ τῷ [h]ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· [i]Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· [j]καὶ ἀναστὰς ἔστη. εἶπεν [k]δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· [l]Ἐπερωτῶ ὑμᾶς, [m]εἰ ἔξεστιν [n]τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ [o]ἀπολέσαι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [p]αὐτοῦ. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6 δὲ WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6 ἄνθρωπος ἐκεῖ WH Treg NIV ] ἐκεῖ ἄνθρωπος RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 παρετηροῦντο WH Treg NIV ] Παρετήρουν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 δὲ Treg RP ] + αὐτὸν WH NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 θεραπεύει WH Treg NIV ] θεραπεύσει RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:7 κατηγορεῖν WH Treg NIV ] κατηγορίαν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 εἶπεν δὲ WH Treg NIV ] καὶ εἶπεν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 ἀνδρὶ WH Treg NIV ] ἀνθρώπῳ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:8 καὶ WH Treg NIV ] Ὁ δὲ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 δὲ WH Treg NIV ] οὖν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 Ἐπερωτῶ WH Treg NIV ] Ἐπερωτήσω RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 εἰ WH Treg NIV ] τί RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 τῷ σαββάτῳ WH Treg NIV ] τοῖς σάββασιν RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:9 ἀπολέσαι WH Treg NIV ] ἀποκτεῖναι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:10 αὐτοῦ WH NIV ] + ὡς ἡ ἄλλη Treg; + ὑγιὴς ὡς ἡ ἄλλη RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes