Add parallel Print Page Options

46 Ἔτι [a]δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι. 47 [b]εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι. 48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ [c]λέγοντι αὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; 49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:46 δὲ RP ] WH Treg NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:47 εἶπεν … λαλῆσαι Treg NIV RP ] WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:48 λέγοντι WH Treg NIV ] εἰπόντι RP

46 ετι δε αυτου λαλουντος τοις οχλοις ιδου η μητηρ και οι αδελφοι αυτου ειστηκεισαν εξω ζητουντες αυτω λαλησαι

47 ειπεν δε τις αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω εστηκασιν ζητουντες σοι λαλησαι

48 ο δε αποκριθεις ειπεν τω ειποντι αυτω τις εστιν η μητηρ μου και τινες εισιν οι αδελφοι μου

49 και εκτεινας την χειρα αυτου επι τους μαθητας αυτου ειπεν ιδου η μητηρ μου και οι αδελφοι μου

50 οστις γαρ αν ποιηση το θελημα του πατρος μου του εν ουρανοις αυτος μου αδελφος και αδελφη και μητηρ εστιν

Read full chapter

31 [a]Καὶ ἔρχονται [b]ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω [c]στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν [d]καλοῦντες αὐτόν. 32 καὶ ἐκάθητο [e]περὶ αὐτὸν ὄχλος, [f]καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί [g]σου ἔξω ζητοῦσίν σε. 33 καὶ [h]ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου [i]ἢ οἱ ἀδελφοί [j]μου; 34 καὶ περιβλεψάμενος [k]τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35 ὃς [l]γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ [m]ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NIV; Ἔρχονται οὖν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NIV ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 στήκοντες WH Treg NIV ] ἑστῶτες RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 καλοῦντες WH Treg NIV ] φωνοῦντες RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 RP ] καὶ WH Treg NIV
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 μου Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:34 τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 γὰρ Treg NIV RP ] – WH
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 ἀδελφὴ WH Treg NIV ] + μου RP

31 ερχονται ουν οι αδελφοι και η μητηρ αυτου και εξω εστωτες απεστειλαν προς αυτον φωνουντες αυτον

32 και εκαθητο οχλος περι αυτον ειπον δε αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε

33 και απεκριθη αυτοις λεγων τις εστιν η μητηρ μου η οι αδελφοι μου

34 και περιβλεψαμενος κυκλω τους περι αυτον καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου

35 ος γαρ αν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη μου και μητηρ εστιν

Read full chapter

19 [a]Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 [b]ἀπηγγέλη δὲ [c]αὐτῷ· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν [d]σε θέλοντές. 21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ [e]ποιοῦντες.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:19 Παρεγένετο WH Treg NIV ] Παρεγένοντο RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 ἀπηγγέλη δὲ WH Treg NIV ] Καὶ ἀπηγγέλη RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 αὐτῷ WH Treg NIV ] + λέγοντων RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 σε θέλοντές RP ] θέλοντές σε WH Treg NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:21 ποιοῦντες WH Treg NIV ] + αὐτόν RP

19 παρεγενοντο δε προς αυτον η μητηρ και οι αδελφοι αυτου και ουκ ηδυναντο συντυχειν αυτω δια τον οχλον

20 και απηγγελη αυτω λεγοντων η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ιδειν σε θελοντες

21 ο δε αποκριθεις ειπεν προς αυτους μητηρ μου και αδελφοι μου ουτοι εισιν οι τον λογον του θεου ακουοντες και ποιουντες αυτον

Read full chapter

14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε [a]ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:14 Treg NIV ] ὃ WH; ὅσα RP

14 υμεις φιλοι μου εστε εαν ποιητε οσα εγω εντελλομαι υμιν

Read full chapter