A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:7-19SBL Greek New Testament (SBLGNT)

Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν [a]μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν [b]βασιλέων [c]εἰσίν. ἀλλὰ τί ἐξήλθατε[d]; προφήτην ἰδεῖν; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10 [e]οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 11 ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν· 14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15 ὁ ἔχων [f]ὦτα ἀκουέτω.

16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις [g]καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις 17 [h]λέγουσιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· [i]ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε· 18 ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει· 19 ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν [j]ἔργων αὐτῆς.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:8 μαλακοῖς WH Treg NIV ] + ἱματίοις RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:8 βασιλέων WH Treg NIV ] βασιλείων RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:8 εἰσίν Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:9 ; προφήτην ἰδεῖν WH ] ἰδεῖν; προφήτην Treg NIV RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:10 οὗτός WH NIV ] + γάρ Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:15 ὦτα WH NIV ] + ἀκούειν Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:16 καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις WH Treg NIV ] ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:17 λέγουσιν WH Treg NIV ] καὶ λέγουσιν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:17 ἐθρηνήσαμεν WH Treg NIV ] + ὑμῖν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:19 ἔργων WH Treg NIV ] τέκνων RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24-35SBL Greek New Testament (SBLGNT)

24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν [a]πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί [b]ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 ἀλλὰ τί [c]ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 ἀλλὰ τί [d]ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· [e]Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 [f]λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν [g]Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)

31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, [h]ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· [i]ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· 33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς [j]μὴ [k]ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ [l]πάντων τῶν τέκνων αὐτῆς.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24 πρὸς τοὺς ὄχλους WH Treg NIV ] τοῖς ὄχλοις RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:24 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:25 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:26 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:27 Ἰδοὺ WH Treg NIV ] + ἐγώ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:28 λέγω WH Treg NIV ] + γὰρ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:28 Ἰωάννου WH NIV ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:32 ἃ λέγει WH NIV ] λέγοντες Treg; καὶ λέγουσιν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:32 ἐθρηνήσαμεν WH Treg NIV ] + ὑμῖν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:33 μὴ WH NIV ] μήτε Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:33 ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NIV ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:35 πάντων τῶν τέκνων αὐτῆς WH Treg NIV ] τῶν τέκνων αὐτῆς πάντων RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 16:16SBL Greek New Testament (SBLGNT)

16 Ὁ νόμος καὶ οἱ προφῆται [a]μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:16 μέχρι WH Treg NIV ] ἕως RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes