A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:15-30 SBL Greek New Testament (SBLGNT)

15 ὁ ἔχων [a]ὦτα ἀκουέτω.

16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις [b]καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις 17 [c]λέγουσιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· [d]ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε· 18 ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει· 19 ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν [e]ἔργων αὐτῆς.

20 Τότε [f]ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· 21 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 καὶ σύ, Καφαρναούμ, [g]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου [h]καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις [i]ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, [j]ἔμεινεν ἂν μέχρι τῆς σήμερον. 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.

25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι [k]ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 26 ναί, ὁ πατήρ, ὅτι οὕτως [l]εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:15 ὦτα WH NIV ] + ἀκούειν Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:16 καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις WH Treg NIV ] ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:17 λέγουσιν WH Treg NIV ] καὶ λέγουσιν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:17 ἐθρηνήσαμεν WH Treg NIV ] + ὑμῖν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:19 ἔργων WH Treg NIV ] τέκνων RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:20 ἤρξατο WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 καταβήσῃ WH Treg NIV ] καταβιβασθήσῃ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἐγενήθησαν WH Treg NIV ] ἐγένοντο RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἔμεινεν WH Treg NIV ] ἔμειναν RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:25 ἔκρυψας WH Treg NIV ] ἀπέκρυψας RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:26 εὐδοκία ἐγένετο WH NIV ] ἐγένετο εὐδοκία Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes