ΚΑΤΑ ΜΑΡΚΟΝ 11:1-11
SBL Greek New Testament
11 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ [a]εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς [b]οὔπω ἀνθρώπων [c]ἐκάθισεν· [d]λύσατε αὐτὸν καὶ φέρετε. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε [e]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ [f]εὐθὺς αὐτὸν ἀποστέλλει [g]πάλιν ὧδε. 4 [h]καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον [i]πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς [j]εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. 7 καὶ [k]φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ [l]ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ [m]αὐτόν. 8 [n]καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας [o]κόψαντες ἐκ τῶν ἀγρῶν. 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες [p]ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10 Εὐλογημένη ἡ ἐρχομένη [q]βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 Καὶ εἰσῆλθεν εἰς [r]Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα [s]ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 οὔπω WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 ἐκάθισεν WH NIV ] κεκάθικεν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:2 λύσατε αὐτὸν καὶ φέρετε WH Treg NIV ] λύσαντες αὐτὸν ἀγάγετε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 ὅτι RP ] – WH Treg NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:3 πάλιν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 καὶ ἀπῆλθον WH Treg NIV ] Ἀπῆλθον δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:4 πρὸς WH Treg NIV ] + τὴν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:6 εἶπεν WH Treg NIV ] ἐνετείλατο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 φέρουσιν WH Treg NIV ] ἤγαγον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 ἐπιβάλλουσιν WH Treg NIV ] ἐπέβαλον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:7 αὐτόν WH Treg NIV ] αὐτῷ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 καὶ πολλοὶ WH Treg NIV ] Πολλοὶ δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:8 κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NIV ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:9 ἔκραζον WH Treg NIV ] + λέγοντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:10 βασιλεία WH Treg NIV ] + ἐν ὀνόματι κυρίου RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 Ἱεροσόλυμα WH Treg NIV ] + ὁ Ἰησοῦς καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 ὀψὲ WH ] ὀψίας Treg NIV RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software