A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25-34 SBL Greek New Testament (SBLGNT)

25 καὶ [a]γυνὴ οὖσα ἐν ῥύσει αἵματος [b]δώδεκα ἔτη 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 [c]ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι [d]Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29 καὶ [e]εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ [f]εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν [g]αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· [h]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 γυνὴ WH Treg NIV ] + τις RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 δώδεκα ἔτη WH NIV ] ἔτη δώδεκα Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:27 ἀκούσασα Treg NIV RP ] + τὰ WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NIV ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:33 αὐτῇ WH Treg NIV ] ἐπ᾽ αὐτῇ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:34 Θυγάτηρ WH Treg NIV ] θύγατερ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes