Add parallel Print Page Options

Καὶ [a]εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ [b]ἡμερῶν ἠκούσθη ὅτι [c]ἐν οἴκῳ ἐστίν· [d]καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται [e]φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. καὶ μὴ δυνάμενοι [f]προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον [g]ὅπου ὁ παραλυτικὸς κατέκειτο. [h]καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, [i]ἀφίενταί σου αἱ [j]ἁμαρτίαι. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτως λαλεῖ; [k]βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; καὶ [l]εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [m]οὕτως διαλογίζονται ἐν ἑαυτοῖς [n]λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· [o]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [p]Ἔγειρε καὶ ἆρον [q]τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [r]ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, [s]ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη [t]καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν [u]ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι [v]Οὕτως οὐδέποτε εἴδομεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 εἰσελθὼν WH Treg NIV ] εἰσῆλθεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἡμερῶν WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἐν οἴκῳ WH Treg NIV ] εἰς οἶκόν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:2 καὶ WH NIV ] + εὐθέως Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἁμαρτίαι WH Treg NIV ] + σου RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 οὕτως WH Treg NIV ] + αὐτοὶ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 λέγει WH Treg NIV ] εἶπεν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP