A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 16:15SBL Greek New Testament (SBLGNT)

15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.

SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 16:19SBL Greek New Testament (SBLGNT)

19 Ὁ μὲν οὖν κύριος [a]Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:19 Ἰησοῦς [[WH]] Treg NIV ] –RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44-53SBL Greek New Testament (SBLGNT)

44 Εἶπεν δὲ [a]πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι [b]μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως [c]καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως [d]γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν [e]καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— [f]ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς [g]ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ [h]ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ [i]πόλει ἕως οὗ ἐνδύσησθε [j]ἐξ ὕψους δύναμιν.

50 Ἐξήγαγεν δὲ αὐτοὺς [k]ἕως [l]πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν [m][καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]. 52 καὶ αὐτοὶ [n][προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ [o]εὐλογοῦντες τὸν [p]θεόν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 μου WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 καὶ RP ] + τοῖς WH Treg NIV
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 καὶ Treg NIV RP ] εἰς WH NA
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 πρὸς WH Treg NIV ] εἰς RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NIV RP ] [[WH]]
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:52 προσκυνήσαντες αὐτὸν Treg NIV RP ] [[WH]]
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 εὐλογοῦντες WH NIV ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 θεόν WH Treg NIV ] + Ἀμήν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes