Add parallel Print Page Options

38 Καὶ [a]ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.

41 Καὶ [b]καθίσας [c]κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ [d]εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων [e]ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NIV ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 καθίσας WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 κατέναντι WH NIV RP ] ἀπέναντι Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 εἶπεν WH Treg NIV ] λέγει RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 ἔβαλεν WH Treg NIV ] βέβληκεν RP

Bible Gateway Sponsors