A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 10:32-41 SBL Greek New Testament (SBLGNT)

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, [a]οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ [b]τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ [c]ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ [d]ἀποκτενοῦσιν, καὶ [e]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [f]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [g]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [h]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [i]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [j]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [k]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, [l]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· [m]Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου [n]ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:32 οἱ δὲ WH Treg NIV ] καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:33 τοῖς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NIV ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἀποκτενοῦσιν WH NIV ] + αὐτόν Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:38 WH Treg NIV ] καὶ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:39 Τὸ WH Treg NIV ] + μὲν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:40 WH Treg NIV ] καὶ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes