A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16-39 SBL Greek New Testament (SBLGNT)

16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας [a]τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ [b]μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς [c]ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς [d]ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.

19 [e]Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 [f]ἀπηγγέλη δὲ [g]αὐτῷ· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν [h]σε θέλοντές. 21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ [i]ποιοῦντες.

22 [j]Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν. 23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ [k]διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 εἶπεν δὲ αὐτοῖς· [l]Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν [m]Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. 27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν [n]ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως [o]ἔχων δαιμόνια· [p]καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν [q]Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 [r]παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ [s]ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο [t]ὑπὸ τοῦ [u]δαιμονίου εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ [v]Ἰησοῦς· Τί σοι [w]ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι [x]εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν. 31 καὶ [y]παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.

32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν [z]βοσκομένη ἐν τῷ ὄρει· καὶ [aa]παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ [ab]γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια [ac]ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ [ad]αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ [ae]ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν [af]Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς [ag]εἰς πλοῖον ὑπέστρεψεν. 38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ [ah]αὐτὸν λέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα [ai]σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:16 τίθησιν WH Treg NIV ] ἐπιτίθησιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17 μὴ γνωσθῇ WH Treg NIV ] γνωσθήσεται RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:18 ἂν γὰρ WH Treg NIV ] γὰρ ἐὰν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:18 ἂν WH Treg NIV ] ἐὰν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:19 Παρεγένετο WH Treg NIV ] Παρεγένοντο RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 ἀπηγγέλη δὲ WH Treg NIV ] Καὶ ἀπηγγέλη RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 αὐτῷ WH Treg NIV ] + λέγοντων RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:20 σε θέλοντές RP ] θέλοντές σε WH Treg NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:21 ποιοῦντες WH Treg NIV ] + αὐτόν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:22 Ἐγένετο δὲ WH Treg NIV ] Καὶ ἐγένετο RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24 διεγερθεὶς WH Treg NIV ] ἐγερθεὶς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25 Ποῦ WH Treg NIV ] + ἐστιν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:26 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:27 ὑπήντησεν WH NIV ] + αὐτῷ Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:27 ἔχων WH NIV ] ὃς εἶχεν Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:27 καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον WH Treg NIV ] ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:28 Ἰησοῦν WH Treg NIV ] + καὶ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 παρήγγελλεν WH Treg ] παρήγγειλεν NIV RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 ἐδεσμεύετο WH Treg NIV ] ἐδεσμεῖτο RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 ὑπὸ Treg NIV RP ] ἀπὸ WH
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:29 δαιμονίου WH Treg NIV ] δαίμονος RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 Ἰησοῦς WH NIV ] + λέγων Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 ὄνομά ἐστιν WH Treg NIV ] ἐστιν ὄνομα RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:30 εἰσῆλθεν δαιμόνια πολλὰ WH NIV ] δαιμόνια πολλὰ εἰσῆλθεν Treg RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:31 παρεκάλουν WH Treg NIV ] παρεκάλει RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:32 βοσκομένη WH NIV ] βοσκομένων Treg RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:32 παρεκάλεσαν WH Treg NIV ] παρεκάλουν RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:34 γεγονὸς WH Treg NIV ] γεγενημένον RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:35 ἐξῆλθεν WH NIV ] ἐξεληλύθει Treg RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:36 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 ἠρώτησεν WH Treg NIV ] ἠρώτησαν RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 εἰς WH Treg NIV ] + τὸ RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:38 αὐτὸν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:39 σοι ἐποίησεν WH Treg NIV ] ἐποίησεν σοι RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes