A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11-23 SBL Greek New Testament (SBLGNT)

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς [a]ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ [b]αὐτοῦ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς [c]μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ [d]ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς [e]ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας [f]ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ [g]καὶ πάσῃ τῇ περιχώρῳ.

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν [h]κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ [i]ἄλλον προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς [j]ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21 ἐν [k]ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς [l]ἐχαρίσατο βλέπειν. 22 καὶ [m]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· [n]τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, [o]κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 ἐπορεύθη WH NIV ] ἐπορεύετο Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:11 αὐτοῦ WH Treg NIV ] + ἱκανοί RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 μονογενὴς υἱὸς WH Treg NIV ] υἱὸς μονογενὴς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:12 *ἦν WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:16 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17 καὶ WH NIV ] + ἐν Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 κύριον WH Treg NIV ] Ἰησοῦν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:19 ἄλλον NIV RP ] ἕτερον WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:20 ἀπέστειλεν WH NIV ] ἀπέσταλκεν Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐκείνῃ WH Treg NIV ] αὐτῇ δὲ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:21 ἐχαρίσατο WH Treg NIV ] + τὸ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 τυφλοὶ WH NIV ] ὅτι τυφλοὶ Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NIV
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes