A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 5:17-26 SBL Greek New Testament (SBLGNT)

17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι [a]αὐτόν. 18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ [b]θεῖναι ἐνώπιον αὐτοῦ. 19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν [c]εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται [d]ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός; 22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· [e]Ἔγειρε καὶ περιπάτει; 24 ἵνα δὲ εἰδῆτε ὅτι [f]ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, [g]ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. 25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. 26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:17 αὐτόν WH NIV ] αὐτούς Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:18 θεῖναι Treg RP ] + αὐτὸν WH NIV
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:20 εἶπεν WH Treg NIV ] + αὐτῷ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:21 ἁμαρτίας ἀφεῖναι WH Treg NIV ] ἀφεῖναι ἁμαρτίας RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:23 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:24 ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει WH Treg NIV ] ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:24 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes