A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16-21 SBL Greek New Testament (SBLGNT)

16 Καὶ ἦλθεν [a]εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον [b]τοῦ προφήτου Ἠσαΐου καὶ [c]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν [d]με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων [e]οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:16 εἰς WH Treg NIV ] + τὴν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 τοῦ προφήτου Ἠσαΐου WH Treg NIV ] Ἠσαΐου τοῦ προφήτου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας NIV RP ] ἀνοίξας WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 με WH Treg NIV ] + ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:20 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes