A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 2:41-52SBL Greek New Testament (SBLGNT)

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, [a]ἀναβαινόντων [b]αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ [c]ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν [d]εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν [e]καὶ τοῖς γνωστοῖς, 45 καὶ μὴ [f]εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ [g]ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ [h]εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι [i]ἐζητοῦμέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα [j]ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.

52 Καὶ Ἰησοῦς προέκοπτεν [k]σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 ἀναβαινόντων WH Treg NIV ] ἀναβάντων RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 αὐτῶν WH NIV ] + εἰς Ἱεροσόλυμα Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:43 ἔγνωσαν οἱ γονεῖς WH Treg NIV ] ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 εἶναι ἐν τῇ συνοδίᾳ WH Treg NIV ] ἐν τῇ συνοδίᾳ εἶναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 καὶ WH Treg NIV ] + ἐν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 εὑρόντες WH Treg NIV ] + αὐτόν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 ἀναζητοῦντες WH Treg NIV ] ζητοῦντες RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 εἶπεν πρὸς … αὐτοῦ WH Treg NIV ] πρὸς … αὐτοῦ εἶπεν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 ἐζητοῦμέν Treg NIV RP ] ζητοῦμέν WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:51 ταῦτα Treg RP ] – WH NIV
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:52 σοφίᾳ καὶ ἡλικίᾳ NIV RP ] τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH; ἡλικίᾳ καὶ σοφίᾳ Treg; ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes