A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 2:22-52 SBL Greek New Testament (SBLGNT)

22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν [a]τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.

25 Καὶ ἰδοὺ [b]ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [c]ἢ ἂν ἴδῃ τὸν χριστὸν κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς [d]ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

33 καὶ ἦν [e]ὁ πατὴρ αὐτοῦ καὶ ἡ [f]μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 35 καὶ σοῦ [g]δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα [h]μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα [i]ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ [j]ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 [k]καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ [l]θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις [m]λύτρωσιν Ἰερουσαλήμ.

39 Καὶ ὡς ἐτέλεσαν [n]πάντα τὰ κατὰ τὸν νόμον κυρίου, [o]ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν [p]εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο [q]πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό.

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, [r]ἀναβαινόντων [s]αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ [t]ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν [u]εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν [v]καὶ τοῖς γνωστοῖς, 45 καὶ μὴ [w]εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ [x]ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ [y]εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι [z]ἐζητοῦμέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα [aa]ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.

52 Καὶ Ἰησοῦς προέκοπτεν [ab]σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:24 τῷ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:25 ἄνθρωπος ἦν WH Treg NIV ] ἦν ἄνθρωπος RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:26 ἢ ἂν WH NIV ] ἂν Treg; ἢ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:28 ἀγκάλας WH NIV ] + αὐτοῦ Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 ὁ πατὴρ αὐτοῦ WH Treg NIV ] Ἰωσὴφ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 μήτηρ WH Treg NIV ] + αὐτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:35 δὲ Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:36 μετὰ ἀνδρὸς ἔτη WH Treg NIV ] ἔτη μετὰ ἀνδρὸς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:37 ἕως WH Treg NIV ] ὡς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:37 ἀφίστατο WH Treg NIV ] + ἀπὸ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:38 καὶ WH Treg NIV ] + αὕτη RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:38 θεῷ WH Treg NIV ] κυρίῳ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:38 λύτρωσιν WH Treg NIV ] + ἐν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:39 πάντα WH Treg NIV ] ἅπαντα RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:39 ἐπέστρεψαν WH Treg NIV ] ὑπέστρεψαν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:39 εἰς WH Treg NIV ] + τὴν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:40 πληρούμενον σοφίᾳ WH Treg NIV ] πνεύματι πληρούμενον σοφίας RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 ἀναβαινόντων WH Treg NIV ] ἀναβάντων RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 αὐτῶν WH NIV ] + εἰς Ἱεροσόλυμα Treg RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:43 ἔγνωσαν οἱ γονεῖς WH Treg NIV ] ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 εἶναι ἐν τῇ συνοδίᾳ WH Treg NIV ] ἐν τῇ συνοδίᾳ εἶναι RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 καὶ WH Treg NIV ] + ἐν RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 εὑρόντες WH Treg NIV ] + αὐτόν RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 ἀναζητοῦντες WH Treg NIV ] ζητοῦντες RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 εἶπεν πρὸς … αὐτοῦ WH Treg NIV ] πρὸς … αὐτοῦ εἶπεν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 ἐζητοῦμέν Treg NIV RP ] ζητοῦμέν WH
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:51 ταῦτα Treg RP ] – WH NIV
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:52 σοφίᾳ καὶ ἡλικίᾳ NIV RP ] τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH; ἡλικίᾳ καὶ σοφίᾳ Treg; ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes