A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1-8SBL Greek New Testament (SBLGNT)

18 Ἔλεγεν [a]δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι [b]αὐτοὺς καὶ μὴ ἐγκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ [c]ἤθελεν ἐπὶ χρόνον, μετὰ [d]ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι [e]οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων [f]αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ [g]μακροθυμεῖ ἐπ’ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 δὲ WH NIV ] + καὶ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 αὐτοὺς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 αὐτῷ WH Treg NIV ] πρὸς αὐτὸν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 μακροθυμεῖ WH Treg NIV ] μακροθυμῶν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes