A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1-17 SBL Greek New Testament (SBLGNT)

18 Ἔλεγεν [a]δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι [b]αὐτοὺς καὶ μὴ ἐγκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ [c]ἤθελεν ἐπὶ χρόνον, μετὰ [d]ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι [e]οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων [f]αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ [g]μακροθυμεῖ ἐπ’ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Εἶπεν δὲ [h]καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, [i]ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [j]πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ [k]ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, [l]ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 [m]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς [n]ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ [o]ἔτυπτε τὸ στῆθος [p]αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ [q]παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ [r]ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς [s]προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς [t]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 δὲ WH NIV ] + καὶ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 αὐτοὺς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 αὐτῷ WH Treg NIV ] πρὸς αὐτὸν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 μακροθυμεῖ WH Treg NIV ] μακροθυμῶν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:9 καὶ WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:10 NIV RP ] – WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 πρὸς ἑαυτὸν ταῦτα NIV RP] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ὥσπερ WH NIV RP ] ὡς Treg
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:12 ἀποδεκατῶ Treg NIV RP ] ἀποδεκατεύω WH
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ὁ δὲ WH NIV ] καὶ ὁ Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἐπᾶραι εἰς τὸν οὐρανόν WH Treg NIV ] εἰς τὸν οὐρανόν ἐπᾶραι RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἔτυπτε WH Treg NIV ] + εἰς RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 αὐτοῦ NIV RP ] ἑαυτοῦ WH Treg
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:14 παρ᾽ ἐκεῖνον WH Treg NIV ] ἢ γὰρ ἐκεῖνος RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:15 ἐπετίμων WH Treg NIV ] ἐπετίμησαν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:16 προσεκαλέσατο αὐτὰ λέγων WH Treg NIV ] προσκαλεσάμενος αὐτὰ εἶπεν RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17 ἂν WH Treg NIV ] ἐὰν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes