A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 16:19-24:53 SBL Greek New Testament (SBLGNT)

19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ [a]τις ὀνόματι [b]Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι [c]ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι [d]ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, [e]ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι [f]ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶ [g]ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, [h]μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπεν δέ· Ἐρωτῶ [i]σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει [j]δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [k]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [l]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [m]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· λυσιτελεῖ αὐτῷ εἰ [n]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [o]τῶν μικρῶν τούτων ἕνα. προσέχετε ἑαυτοῖς. ἐὰν [p]ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας [q]ἁμαρτήσῃ εἰς σὲ καὶ [r]ἑπτάκις ἐπιστρέψῃ [s]πρὸς σὲ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.

Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ [t]αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; μὴ [u]ἔχει χάριν τῷ [v]δούλῳ ὅτι ἐποίησεν τὰ [w]διαταχθέντα; 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, [x]ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

11 Καὶ ἐγένετο ἐν τῷ [y]πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ [z]μέσον Σαμαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην [aa]ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ [ab]ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· [ac]Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.

20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· [ad]Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ [ae]ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ [af]ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς [ag]ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [ah]ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, [ai]ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν [aj]πάντας. 28 ὁμοίως [ak]καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν [al]πάντας. 30 κατὰ [am]τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ [an]ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [ao]περιποιήσασθαι ἀπολέσει αὐτήν, [ap]ὃς δ’ ἂν [aq]ἀπολέσῃ ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, [ar]ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 [as]ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, [at]ἡ μία παραλημφθήσεται [au]ἡ δὲ ἑτέρα [av]ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ [aw]καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

18 Ἔλεγεν [ax]δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι [ay]αὐτοὺς καὶ μὴ ἐγκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ [az]ἤθελεν ἐπὶ χρόνον, μετὰ [ba]ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι [bb]οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων [bc]αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ [bd]μακροθυμεῖ ἐπ’ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Εἶπεν δὲ [be]καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, [bf]ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [bg]πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ [bh]ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, [bi]ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 [bj]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς [bk]ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ [bl]ἔτυπτε τὸ στῆθος [bm]αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ [bn]παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ [bo]ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς [bp]προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς [bq]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν [br]μητέρα. 21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα [bs]ἐφύλαξα ἐκ νεότητος [bt]μου. 22 ἀκούσας [bu]δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [bv]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος [bw]ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ [bx]Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες [by]εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ [bz]τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

26 Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ [ca]παρὰ τῷ θεῷ ἐστιν.

28 Εἶπεν δὲ [cb]ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς [cc]ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. 29 ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ [cd]γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, 30 ὃς [ce]οὐχὶ μὴ [cf]ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς [cg]Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν [ch]ἐπαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο [ci]τί εἴη τοῦτο· 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα [cj]σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 40 σταθεὶς δὲ [ck]ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· 41 [cl]Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. 43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. καὶ ἰδοὺ ἀνὴρ ὀνόματι [cm]καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ [cn]αὐτὸς πλούσιος· καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν [co]εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ [cp]Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ [cq]ἡμίσιά [cr]μου τῶν ὑπαρχόντων, κύριε, [cs]τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς [ct]εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· [cu]Πραγματεύσασθε [cv]ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς [cw]δεδώκει τὸ ἀργύριον, ἵνα [cx]γνοῖ τί [cy]διεπραγματεύσαντο. 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου [cz]δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· [da]Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· [db]Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ [dc]ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ [dd]ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 [de]λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς [df]μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν [dg]αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 [dh]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει [di]ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου [dj]τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε [dk]αὐτοὺς ἔμπροσθέν μου.

28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.

29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν [dl]μαθητῶν 30 [dm]λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, [dn]καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως [do]ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν [dp]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες [dq]αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια [dr]ἑαυτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ [ds]πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος [dt]βασιλεὺς ἐν ὀνόματι κυρίου· [du]ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς [dv]εἶπεν· Λέγω ὑμῖν, [dw]ὅτι ἐὰν οὗτοι [dx]σιωπήσουσιν, οἱ λίθοι [dy]κράξουσιν.

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ [dz]αὐτήν, 42 λέγων ὅτι Εἰ ἔγνως [ea]ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς [eb]εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ [ec]παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν [ed]λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [ee]πωλοῦντας, 46 λέγων αὐτοῖς· Γέγραπται· [ef]Καὶ ἔσται ὁ οἶκός μου οἶκος [eg]προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ [eh]εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

20 Καὶ ἐγένετο ἐν μιᾷ τῶν [ei]ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ [ej]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν [ek]λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς [el]κἀγὼ λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, [em]ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· [en]Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 [eo]καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος [ep]δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ [eq]ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. 11 καὶ προσέθετο [er]ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο [es]τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως [et]τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς [eu]ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· [ev]ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 καὶ ἐζήτησαν οἱ [ew]γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν [ex]τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς [ey]εἶπεν τὴν παραβολὴν ταύτην.

20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, [ez]ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν [fa]ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς [fb]αὐτούς· 24 [fc]Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; [fd]ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. 25 ὁ δὲ εἶπεν [fe]πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι [ff]τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [fg]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [fh]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ [fi]ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαβεν [fj]αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον [fk]καὶ ἡ γυνὴ ἀπέθανεν. 33 [fl]ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

34 [fm]Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ [fn]γαμίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε [fo]γαμίζονται· 36 [fp]οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί [fq]εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ [fr]καὶ θεὸν Ἰσαὰκ [fs]καὶ θεὸν Ἰακώβ· 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· 40 οὐκέτι [ft]γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν [fu]εἶναι Δαυὶδ υἱόν; 42 [fv]αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· [fw]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν [fx]αὐτὸν κύριον καλεῖ, καὶ πῶς [fy]αὐτοῦ υἱός ἐστιν;

45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς [fz]μαθηταῖς· 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

21 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας [ga]εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. εἶδεν δέ [gb]τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ [gc]λεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα [gd]ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· [ge]πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ [gf]δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς [gg]πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [gh]λίθῳ ὃς οὐ καταλυθήσεται.

Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου [gi]λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· [gj]μὴ πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι [gk]καὶ κατὰ τόπους [gl]λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ [gm]σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται.

12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς [gn]τὰς συναγωγὰς καὶ φυλακάς, [go]ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 [gp]ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. 14 [gq]θέτε οὖν [gr]ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται [gs]ἀντιστῆναι ἢ ἀντειπεῖν [gt]ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ [gu]ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶν [gv]κτήσασθε τὰς ψυχὰς ὑμῶν.

20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ [gw]στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 [gx]οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ [gy]ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς [gz]τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι [ha]οὗ [hb]πληρωθῶσιν καιροὶ ἐθνῶν.

25 Καὶ [hc]ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ [hd]ἤχους θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ [he]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν [hf]ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ [hg]ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· [hh]ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε [hi]δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα [hj]κατισχύσητε ἐκφυγεῖν [hk]ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

37 Ἦν δὲ τὰς ἡμέρας [hl]ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

22 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.

Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν [hm]καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς [hn]αὐτοῖς παραδῷ αὐτόν. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν [ho]ἄτερ ὄχλου αὐτοῖς.

Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [hp]ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις [hq]ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν [hr]εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς [hs]εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ [ht]οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν [hu]ὅτι οὐ μὴ φάγω [hv]αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε [hw]εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν, [hx]οὐ μὴ πίω ἀπὸ τοῦ [hy]νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως [hz]οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου [ia][τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 [ib]καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 [ic]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου [id]κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν [ie]γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ [if]ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα [ig]ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου [ih]ἐν τῇ βασιλείᾳ μου, καὶ [ii]καθήσεσθε ἐπὶ θρόνων [ij]τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

31 [ik]Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [il]στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ [im]φωνήσει σήμερον ἀλέκτωρ [in]ἕως τρίς [io]με ἀπαρνήσῃ εἰδέναι.

35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν [ip]δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων [iq]πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ [ir]ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν [is]ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ [it]τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.

39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ [iu]μαθηταί. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει [iv]παρένεγκε [iw]τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν [ix]γινέσθω. 43 [iy]ὤφθη δὲ αὐτῷ ἄγγελος [iz]ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· [ja]καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν [jb]κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

47 [jc]Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 [jd]Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον [je]εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν [jf]τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν [jg]τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ [jh]ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν [ji]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [jj]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [jk]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ [jl]εἰσήγαγον εἰς [jm]τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 [jn]περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ [jo]συγκαθισάντων ἐκάθητο ὁ Πέτρος [jp]μέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ [jq]ἠρνήσατο λέγων· [jr]Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος [js]ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ [jt]λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι [ju]σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν [jv]ἔξω ἔκλαυσεν πικρῶς.

63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες [jw]αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες [jx]αὐτὸν ἐπηρώτων λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.

66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς [jy]τε καὶ γραμματεῖς, καὶ [jz]ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰν [ka]δὲ ἐρωτήσω, οὐ μὴ [kb]ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν [kc]δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτι [kd]ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

23 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος [ke]ἡμῶν καὶ κωλύοντα [kf]φόρους Καίσαρι διδόναι [kg]καὶ λέγοντα [kh]αὑτὸν χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος [ki]ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, [kj]καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Πιλᾶτος δὲ [kk]ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ [kl]ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ [km]ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν [kn]καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας [ko]περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε [kp]Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς [kq]αὑτούς.

13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας [kr]οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης, [ks]ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16 παιδεύσας οὖν αὐτὸν [kt]ἀπολύσω.

18 [ku]Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν [kv]τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον [kw]βληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν [kx]δὲ ὁ Πιλᾶτος [ky]προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· [kz]Σταύρου σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ [la]αὐτῶν. 24 [lb]καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον [lc]εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι [ld]Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν [le]αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς [lf]ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ [lg]αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ [lh]ἔθρεψαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν [li]τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32 Ἤγοντο δὲ καὶ ἕτεροι [lj]κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. 33 καὶ ὅτε [lk]ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34 [ll]ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον [lm]κλήρους. 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ [ln]ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς [lo]τοῦ θεοῦ, ὁ ἐκλεκτός. 36 [lp]ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, [lq]ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ [lr]ἐπιγραφὴ ἐπ’ [ls]αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων [lt]οὗτος.

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν [lu]λέγων· [lv]Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος [lw]ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ [lx]ἔλεγεν· Ἰησοῦ, μνήσθητί [ly]μου ὅταν ἔλθῃς [lz]ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν [ma]αὐτῷ· Ἀμήν [mb]σοι λέγω σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

44 [mc]Καὶ ἦν [md]ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 [me]τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη [mf]δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου [mg]παρατίθεμαι τὸ πνεῦμά μου. [mh]τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον [mi]ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, [mj]θεωρήσαντες τὰ γενόμενα, [mk]τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ [ml]αὐτῷ [mm]μακρόθεν, καὶ γυναῖκες αἱ [mn]συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, [mo]ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς [mp]προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ [mq]καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν [mr]αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν [ms]οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν [mt]παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ [mu]αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι [mv]ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.

Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, 24 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως [mw]ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν [mx]ἀρώματα. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, [my]εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ [mz]σῶμα. καὶ ἐγένετο ἐν τῷ [na]ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν [nb]ἐσθῆτι ἀστραπτούσῃ. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν [nc]τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; [nd]οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων [ne]τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία [nf]ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· [ng]ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα [nh]ταῦτα, καὶ ἠπίστουν αὐταῖς. 12 [ni]Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ [nj]ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς [nk]αὑτὸν θαυμάζων τὸ γεγονός.

13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν [nl]ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ [nm]αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ [nn]ἐστάθησαν σκυθρωποί. 18 ἀποκριθεὶς δὲ [no]εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ [np]Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε [nq]καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν [nr]ἄγει ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι [ns]ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς [nt]καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν [nu]διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ [nv]ἑαυτοῦ.

28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς [nw]προσεποιήσατο [nx]πορρώτερον πορεύεσθαι. 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν [ny]ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν [nz]ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, [oa]ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον [ob]ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι [oc]ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

36 Ταῦτα δὲ αὐτῶν λαλούντων [od]αὐτὸς ἔστη ἐν μέσῳ [oe]αὐτῶν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν [of]τῇ καρδίᾳ ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι [og]ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 [oh][καὶ τοῦτο εἰπὼν [oi]ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.] 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ [oj]μέρος· 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44 Εἶπεν δὲ [ok]πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι [ol]μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως [om]καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως [on]γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν [oo]καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— [op]ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς [oq]ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ [or]ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ [os]πόλει ἕως οὗ ἐνδύσησθε [ot]ἐξ ὕψους δύναμιν.

50 Ἐξήγαγεν δὲ αὐτοὺς [ou]ἕως [ov]πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν [ow][καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]. 52 καὶ αὐτοὶ [ox][προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ [oy]εὐλογοῦντες τὸν [oz]θεόν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:20 τις WH Treg NIV ] + ἦν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:20 Λάζαρος WH Treg NIV ] + ὃς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:21 ἀπὸ WH NIV ] + τῶν ψιχίων Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:21 ἐπέλειχον WH Treg NIV ] ἀπέλειχον RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:23 ὁρᾷ WH Treg NIV ] + τὸν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:25 ἀπέλαβες WH Treg NIV ] + σὺ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:26 ἐν WH NIV ] ἐπὶ Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:26 μηδὲ WH Treg NIV ] + οἱ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 16:29 δὲ WH NIV ] δὲ αὐτῷ Treg; αὐτῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ WH Treg NIV ] δὲ ἁμάρτῃ εἰς σὲ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 ἁμαρτήσῃ WH Treg NIV ] ἁμάρτῃ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 ἑπτάκις WH Treg NIV ] + τῆς ἡμέρας RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 πρὸς σὲ WH Treg NIV ] – RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:7 αὐτῷ WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 ἔχει χάριν WH Treg NIV ] χάριν ἔχει RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 δούλῳ WH Treg NIV ] + ἐκείνῳ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 διαταχθέντα WH Treg NIV ] + οὐ δοκῶ RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:10 ὃ ὠφείλομεν WH Treg NIV ] ὅτι ὃ ὀφείλομεν RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 πορεύεσθαι WH NIV ] + αὐτὸν Treg RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 μέσον WH Treg NIV ] μέσου RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἀπήντησαν WH ] + αὐτῷ Treg NIV RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἔστησαν Treg NIV RP ] ἀνέστησαν WH
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17 Οὐχὶ Treg NIV RP ] Οὐχ WH
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:21 Ἐκεῖ WH NIV ] Ἰδοὺ ἐκεῖ Treg RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23 ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NIV; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἀστραπὴ WH NIV ] + ἡ Treg RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ὑπὸ τὸν WH Treg NIV ] ὑπ᾽ RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NIV RP ] – WH
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 πάντας WH Treg NIV ] ἅπαντας RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:28 καθὼς WH Treg NIV ] καὶ ὡς RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:29 πάντας WH Treg NIV ] ἅπαντας RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:30 τὰ αὐτὰ WH Treg NIV ] ταῦτα RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:31 ἐν WH Treg NIV ] + τῷ RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 περιποιήσασθαι WH Treg NIV ] σῶσαι RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ὃς δ᾽ ἂν WH Treg NIV ] καὶ ὃς ἐὰν RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 ἀπολέσῃ Treg NIV ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:34 WH NIV ] – Treg RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἔσονται δύο WH Treg NIV ] Δύο ἔσονται RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 WH Treg NIV ] – RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἡ δὲ WH Treg NIV ] καὶ ἡ RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:35 ἀφεθήσεται WH Treg NIV RP ] + 36 δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται TR
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:37 καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NIV ] συναχθήσονται οἱ ἀετοὶ RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 δὲ WH NIV ] + καὶ Treg RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 αὐτοὺς WH Treg NIV ] – RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 αὐτῷ WH Treg NIV ] πρὸς αὐτὸν RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:7 μακροθυμεῖ WH Treg NIV ] μακροθυμῶν RP
  57. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:9 καὶ WH Treg NIV ] – RP
  58. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:10 NIV RP ] – WH Treg
  59. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 πρὸς ἑαυτὸν ταῦτα NIV RP] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  60. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ὥσπερ WH NIV RP ] ὡς Treg
  61. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:12 ἀποδεκατῶ Treg NIV RP ] ἀποδεκατεύω WH
  62. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ὁ δὲ WH NIV ] καὶ ὁ Treg RP
  63. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἐπᾶραι εἰς τὸν οὐρανόν WH Treg NIV ] εἰς τὸν οὐρανόν ἐπᾶραι RP
  64. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἔτυπτε WH Treg NIV ] + εἰς RP
  65. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 αὐτοῦ NIV RP ] ἑαυτοῦ WH Treg
  66. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:14 παρ᾽ ἐκεῖνον WH Treg NIV ] ἢ γὰρ ἐκεῖνος RP
  67. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:15 ἐπετίμων WH Treg NIV ] ἐπετίμησαν RP
  68. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:16 προσεκαλέσατο αὐτὰ λέγων WH Treg NIV ] προσκαλεσάμενος αὐτὰ εἶπεν RP
  69. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17 ἂν WH Treg NIV ] ἐὰν RP
  70. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:20 μητέρα WH Treg NIV ] + σου RP
  71. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην RP
  72. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 μου Treg RP ] – WH NIV
  73. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 δὲ WH Treg NIV ] + ταῦτα RP
  74. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NIV; οὐρανῷ RP
  75. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:23 ἐγενήθη WH Treg NIV ] ἐγένετο RP
  76. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA
  77. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 εἰς … θεοῦ εἰσπορεύονται WH Treg NIV ] εἰσελεύσονται εἰς … θεοῦ RP
  78. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:25 τρήματος βελόνης WH Treg NIV ] τρυμαλιᾶς ῥαφίδος RP
  79. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:27 παρὰ τῷ θεῷ ἐστιν WH Treg NIV ] ἐστιν παρὰ τῷ θεῷ RP
  80. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:28 WH Treg NIV ] – RP
  81. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:28 ἀφέντες τὰ ἴδια WH Treg NIV ] ἀφήκαμεν πάντα καὶ RP
  82. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:29 γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς WH NIV ] γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα Treg RP
  83. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:30 οὐχὶ WH NIV ] οὐ Treg RP
  84. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:30 ἀπολάβῃ Treg NIV RP ] λάβῃ WH
  85. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:31 Ἰερουσαλήμ WH Treg NIV ] Ἱεροσόλυμα RP
  86. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:35 ἐπαιτῶν WH Treg NIV ] προσαιτῶν RP
  87. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:36 τί WH NIV RP ] + ἂν Treg
  88. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:39 σιγήσῃ WH Treg NIV ] σιωπήσῃ RP
  89. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:40 Treg NIV RP ] – WH
  90. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:41 Τί WH NIV ] λέγων Τί Treg RP
  91. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 καλούμενος WH Treg RP NA ] – NIV
  92. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 αὐτὸς WH Treg NIV ] οὗτος ἦν RP
  93. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 εἰς τὸ WH Treg NIV ] – RP
  94. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP
  95. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 ἡμίσιά WH Treg NIV ] ἡμίση RP
  96. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 μου τῶν ὑπαρχόντων WH Treg NIV ] τῶν ὑπαρχόντων μου RP
  97. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NIV ] δίδωμι τοῖς πτωχοῖς RP
  98. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NIV ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
  99. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 Πραγματεύσασθε Treg NIV RP ] πραγματεύσασθαι WH
  100. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 ἐν ᾧ WH Treg NIV ] ἕως RP
  101. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 δεδώκει WH Treg NIV ] ἔδωκεν RP
  102. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 γνοῖ WH Treg NIV ] γνῷ τίς RP
  103. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 διεπραγματεύσαντο WH Treg NIV ] διεπραγματεύσατο RP
  104. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:16 δέκα προσηργάσατο WH Treg NIV ] προσηργάσατο δέκα RP
  105. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:17 Εὖγε WH Treg NIV ] Εὖ RP
  106. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:18 Ἡ μνᾶ σου κύριε WH Treg NIV ] Κύριε ἡ μνᾶ σου RP
  107. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:19 ἐπάνω γίνου WH NIV ] γίνου ἐπάνω Treg RP
  108. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:20 WH Treg NIV ] – RP
  109. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:22 λέγει WH Treg NIV ] + δὲ RP
  110. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 μου τὸ ἀργύριον WH Treg NIV ] τὸ ἀργύριόν μου RP
  111. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 αὐτὸ ἔπραξα WH Treg NIV ] ἔπραξα αὐτό RP
  112. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω WH NIV ] + γὰρ Treg RP
  113. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 ἀρθήσεται WH NIV ] + ἀπ᾽ αὐτοῦ Treg RP
  114. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 τούτους WH Treg NIV ] ἐκείνους RP
  115. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 αὐτοὺς WH Treg NIV ] – RP
  116. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:29 μαθητῶν WH NIV ] + αὐτοῦ Treg RP
  117. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 λέγων WH Treg NIV ] εἰπών RP
  118. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 καὶ WH Treg NIV ] – RP
  119. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:31 ἐρεῖτε WH Treg NIV ] + αὐτῷ RP
  120. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:34 ὅτι WH Treg NIV ] – RP
  121. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:35 αὐτῶν WH Treg NIV ] – RP
  122. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:36 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  123. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:37 πασῶν WH NIV RP ] πάντων Treg
  124. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 βασιλεὺς WH NIV ] ὁ βασιλεὺς Treg RP
  125. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NIV ] εἰρήνη ἐν οὐρανῷ RP
  126. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 εἶπεν WH NIV ] + αὐτοῖς Treg RP
  127. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 ὅτι Treg RP ] – WH NIV
  128. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 σιωπήσουσιν WH Treg NIV ] σιωπήσωσιν RP
  129. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 κράξουσιν WH Treg NIV ] κεκράξονται RP
  130. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:41 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  131. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NIV ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
  132. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 εἰρήνην WH NIV ] + σου Treg RP
  133. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:43 παρεμβαλοῦσιν WH Treg NIV ] περιβαλοῦσιν RP
  134. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:44 λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NIV ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP
  135. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας WH Treg NIV ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  136. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 Καὶ ἔσται WH Treg NIV ] – RP
  137. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 προσευχῆς WH Treg NIV ] + ἐστίν RP
  138. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:48 εὕρισκον NIV RP ] ηὕρισκον WH Treg
  139. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἡμερῶν WH Treg NIV ] + ἐκείνων RP
  140. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἀρχιερεῖς WH Treg NIV ] ἱερεῖς RP
  141. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:2 λέγοντες πρὸς αὐτόν WH NIV ] πρὸς αὐτόν λέγοντες RP; πρὸς αὐτόν Treg
  142. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:3 κἀγὼ WH Treg NIV ] + ἕνα RP
  143. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:6 ὁ λαὸς ἅπας WH Treg NIV ] πᾶς ὁ λαὸς RP
  144. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:9 Ἄνθρωπος WH Treg NIV RP ] + τις NA
  145. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 καὶ WH Treg NIV ] + ἐν RP
  146. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 δώσουσιν WH Treg NIV ] δῶσιν RP
  147. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 ἐξαπέστειλαν αὐτὸν δείραντες WH NIV ] δείραντες αὐτὸν ἐξαπέστειλαν Treg RP
  148. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:11 ἕτερον πέμψαι WH Treg NIV ] πέμψαι ἕτερον RP
  149. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:12 τρίτον πέμψαι WH Treg NIV ] πέμψαι τρίτον RP
  150. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
  151. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP
  152. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP
  153. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 γραμματεῖς καὶ οἱ ἀρχιερεῖς WH Treg NIV ] ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP
  154. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 τὸν λαόν WH Treg NIV ] – RP
  155. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 εἶπεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην εἶπεν RP
  156. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:20 ὥστε WH Treg NIV ] εἰς τὸ RP
  157. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:22 ἡμᾶς WH Treg NIV ] ἡμῖν RP
  158. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:23 αὐτούς WH Treg NIV ] + Τί με πειράζετε RP
  159. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 Δείξατέ WH Treg NIV ] Ἐπιδείξατέ RP
  160. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 ἀποκριθέντες Treg RP ] οἱ WH NIV
  161. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:25 πρὸς αὐτούς Τοίνυν ἀπόδοτε WH Treg NIV ] αὐτοῖς Ἀπόδοτε τοίνυν RP
  162. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:26 τοῦ WH ] αὐτοῦ Treg NIV RP
  163. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  164. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP
  165. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:30 ὁ δεύτερος WH Treg NIV ] ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος RP
  166. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:31 αὐτήν WH Treg NIV ] + ὡσαύτως RP
  167. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:32 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή RP
  168. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:33 ἡ γυνὴ οὖν ἐν τῇ WH NIV ] ἐν τῇ οὖν Treg RP
  169. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 Καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  170. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 γαμίσκονται WH Treg NIV ] ἐκγαμίσκονται RP
  171. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:35 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  172. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 οὐδὲ WH Treg NIV ] οὔτε RP
  173. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 εἰσιν WH Treg NIV ] + τοῦ RP
  174. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  175. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  176. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:40 γὰρ WH Treg NIV ] δὲ RP
  177. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:41 εἶναι Δαυὶδ υἱόν WH NIV ] υἱὸν Δαυὶδ εἶναι Treg RP
  178. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 αὐτὸς γὰρ WH NIV ] καὶ αὐτὸς Treg RP
  179. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 Εἶπεν WH Treg NIV ] + ὁ RP
  180. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτὸν κύριον WH Treg ] κύριον αὐτὸν NIV RP
  181. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτοῦ υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ RP
  182. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:45 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP NA
  183. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NIV ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
  184. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 τινα WH Treg NIV ] + καὶ RP
  185. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 λεπτὰ δύο WH Treg NIV ] δύο λεπτά RP
  186. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NIV
  187. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντες WH NIV ] ἅπαντες Treg RP
  188. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 δῶρα WH NIV ] + τοῦ θεοῦ Treg RP
  189. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντα WH Treg NIV ] ἅπαντα RP
  190. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 λίθῳ Treg NIV RP ] + ὧδε WH
  191. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 λέγοντες WH NIV ] + ὃτι Treg RP
  192. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 μὴ WH Treg NIV ] + οὖν RP
  193. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 καὶ κατὰ τόπους WH Treg NIV ] κατὰ τόπους καὶ RP
  194. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 λιμοὶ καὶ λοιμοὶ NIV RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
  195. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα Treg RP ] ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα WH NIV; σημεῖα μεγάλα ἀπ’ οὐρανοῦ WHmarg
  196. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 τὰς WH Treg NIV ] – RP
  197. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 ἀπαγομένους WH Treg NIV ] ἀγομένους RP
  198. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:13 ἀποβήσεται WH NIV ] + δὲ Treg RP
  199. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 θέτε WH Treg NIV ] Θέσθε RP
  200. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
  201. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
  202. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἅπαντες WH Treg NIV ] πάντες RP
  203. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NIV ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
  204. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:19 κτήσασθε WH NIV RP ] κτήσεσθε Treg
  205. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:20 στρατοπέδων WH Treg NIV ] + τὴν RP
  206. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 οὐαὶ WH Treg NIV ] + δὲ RP
  207. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 ὀργὴ WH Treg NIV ] + ἐν RP
  208. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 τὰ ἔθνη πάντα WH Treg NIV ] πάντα τὰ ἔθνη RP
  209. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 οὗ WH Treg NIV ] – RP
  210. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 πληρωθῶσιν Treg NIV RP ] + καὶ ἔσονται WH
  211. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 ἔσονται WH Treg NIV ] ἔσται RP
  212. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 ἤχους WH Treg NIV ] ἠχούσης RP
  213. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  214. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ὑμῶν αἱ καρδίαι NIV RP ] αἱ καρδίαι ὑμῶν WH Treg
  215. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος WH Treg NIV ] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP
  216. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 ἐπεισελεύσεται γὰρ WH Treg NIV ] γὰρ ἐπελεύσεται RP
  217. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 δὲ WH Treg NIV ] οὖν RP
  218. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 κατισχύσητε WH Treg NIV ] καταξιωθῆτε RP
  219. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 ταῦτα WH Treg NIV ] – RP
  220. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:37 ἐν τῷ ἱερῷ διδάσκων WH NIV RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg
  221. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:3 καλούμενον WH Treg NIV ] ἐπικαλούμενον RP
  222. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:4 αὐτοῖς παραδῷ αὐτόν WH Treg NIV ] αὐτὸν παραδῷ αὐτοῖς RP
  223. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:6 ἄτερ ὄχλου αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἄτερ ὄχλου RP
  224. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:7 WH Treg NIV ] ἐν ᾗ RP NA
  225. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:9 ἑτοιμάσωμεν WH Treg NIV ] ἑτοιμάσομεν RP
  226. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:10 εἰς ἣν WH Treg NIV ] οὗ RP
  227. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:13 εἰρήκει WH Treg NIV ] εἴρηκεν RP
  228. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:14 οἱ WH Treg NIV ] + δώδεκα RP
  229. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 ὅτι WH NIV ] + οὐκέτι Treg RP
  230. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 αὐτὸ WH Treg NIV ] ἐξ αὐτοῦ RP
  231. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:17 εἰς ἑαυτούς WH Treg NIV ] ἑαυτοῖς RP
  232. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA
  233. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 νῦν ἀπὸ τοῦ WH Treg NIV ] – RP
  234. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὗ WH Treg NIV ] ὅτου RP
  235. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:19 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NIV RP ] [[WH]]
  236. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:20 καὶ τὸ ποτήριον ὡσαύτως Treg NIV [[WH]] ] ὡσαύτως καὶ τὸ ποτήριον RP
  237. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NIV ] καὶ ὁ μὲν υἱὸς RP
  238. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NIV ] πορεύεται κατὰ τὸ ὡρισμένον RP
  239. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:26 γινέσθω WH Treg NIV ] γενέσθω RP
  240. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NIV ] εἰμι ἐν μέσῳ ὑμῶν RP
  241. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἔσθητε WH Treg NIV ] ἐσθίητε RP
  242. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NIV ] – RP
  243. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 καθήσεσθε NIV Treg ] καθῆσθε WH; καθίσεσθε RP
  244. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 τὰς … φυλὰς κρίνοντες WH NIV ] κρίνοντες τὰς … φυλὰς Treg RP
  245. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31 Σίμων WH NIV ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
  246. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:32 στήρισον WH Treg NIV ] στήριξον RP
  247. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 φωνήσει WH Treg NIV ] μή φωνήσῃ RP
  248. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 ἕως WH Treg NIV ] πρὶν ἢ RP
  249. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NIV ] ἀπαρνήσῃ μή εἰδέναι με RP
  250. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 δὲ WH Treg NIV ] οὖν RP
  251. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 πωλησάτω WH Treg NIV ] πωλήσει RP
  252. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 ἀγορασάτω WH Treg NIV ] ἀγοράσει RP
  253. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 ὅτι WH Treg NIV ] + ἔτι RP
  254. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 τὸ WH Treg NIV ] τὰ RP
  255. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:39 μαθηταί WH Treg NIV ] + αὐτοῦ RP
  256. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 παρένεγκε WH Treg NIV ] παρενεγκεῖν RP
  257. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 τοῦτο τὸ ποτήριον WH Treg NIV ] τὸ ποτήριον τοῦτο RP
  258. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 γινέσθω WH Treg NIV ] γενέσθω RP
  259. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NIV RP ] [[WH]]
  260. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ἀπ᾽ NIV RP ] ἀπὸ τοῦ [[WH]] Treg
  261. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:44 καὶ ἐγένετο [[WH]] NIV ] ἐγένετο δὲ Treg RP
  262. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:45 κοιμωμένους αὐτοὺς WH Treg NIV ] αὐτοὺς κοιμωμένους RP
  263. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 Ἔτι WH Treg NIV ] + δέ RP
  264. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:48 Ἰησοῦς δὲ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  265. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:49 εἶπαν WH Treg NIV ] + αὐτῷ RP
  266. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NIV ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
  267. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τὸ οὖς αὐτοῦ WH Treg NIV ] αὐτοῦ τὸ οὖς RP
  268. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:51 ὠτίου WH Treg NIV ] + αὐτοῦ RP
  269. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
  270. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  271. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP
  272. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 εἰσήγαγον WH Treg NIV ] + αὐτὸν RP
  273. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 τὴν οἰκίαν WH Treg NIV ] τὸν οἶκον RP
  274. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 περιαψάντων WH Treg NIV ] Ἁψάντων RP
  275. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 συγκαθισάντων WH Treg NIV ] + αὐτῶν RP
  276. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 μέσος WH Treg NIV ] ἐν μέσῳ RP
  277. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 ἠρνήσατο WH Treg NIV ] + αὐτόν RP
  278. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NIV ] Γύναι οὐκ οἶδα αὐτόν RP
  279. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:58 ἔφη WH Treg NIV ] εἴπεν RP
  280. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 λόγου Treg RP ] ῥήματος WH NIV
  281. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 σήμερον WH Treg NIV ] – RP
  282. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:62 ἔξω WH Treg NIV ] + ὁ Πέτρος RP
  283. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:63 αὐτὸν WH Treg NIV ] τὸν Ἰησοῦν RP
  284. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:64 αὐτὸν ἐπηρώτων WH Treg NIV ] αὐτόν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν RP
  285. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 τε WH Treg NIV ] – RP
  286. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 ἀπήγαγον WH Treg NIV ] ἀνήγαγον RP
  287. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 δὲ WH Treg NIV ] + καὶ RP
  288. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 ἀποκριθῆτε WH NIV ] μοι ἢ ἀπολύσητε Treg RP
  289. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:69 δὲ WH Treg NIV ] – RP
  290. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:71 ἔχομεν μαρτυρίας χρείαν WH Treg NIV ] χρείαν ἔχομεν μαρτυρίας RP
  291. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 ἡμῶν WH Treg NIV ] – RP
  292. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 φόρους Καίσαρι WH Treg NIV ] Καίσαρι φόρους RP
  293. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 καὶ WH Treg NIV ] – RP
  294. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 αὑτὸν WH ] ἑαυτὸν Treg NIV RP
  295. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:3 ἠρώτησεν WH Treg NIV ] ἐπηρώτησεν RP
  296. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:5 καὶ WH Treg NIV ] – RP
  297. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:6 ἀκούσας WH NIV ] + Γαλιλαίαν Treg RP
  298. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NIV ] θέλων ἐξ ἱκανοῦ RP
  299. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἀκούειν WH Treg NIV ] + πολλὰ RP
  300. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 καὶ NIV ] – WH Treg RP
  301. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 περιβαλὼν WH NIV ] αὐτὸν Treg RP
  302. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NIV ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
  303. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 αὑτούς WH ] αὐτούς Treg NIV; ἑαυτούς RP
  304. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:14 οὐθὲν WH Treg NIV ] οὐδὲν RP
  305. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:15 ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NIV ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
  306. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:16 ἀπολύσω WH Treg NIV ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
  307. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP
  308. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 τὸν WH Treg NIV ] – RP
  309. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
  310. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 δὲ WH Treg NIV ] οὖν RP
  311. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV
  312. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:21 Σταύρου σταύρου WH Treg NIV ] Σταύρωσον σταύρωσον RP
  313. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:23 αὐτῶν WH NIV ] + καὶ τῶν ἀρχιερέων Treg RP
  314. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:24 καὶ WH Treg NIV ] Ὁ δὲ RP
  315. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:25 εἰς WH Treg NIV ] + τὴν RP
  316. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:26 Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NIV ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
  317. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:27 αἳ WH Treg NIV ] + καὶ RP
  318. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:28 NIV RP ] – WH Treg
  319. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 αἱ WH Treg NIV ] – RP
  320. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 ἔθρεψαν WH Treg NIV ] ἐθήλασαν RP
  321. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:31 τῷ Treg NIV RP ] – WH
  322. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:32 κακοῦργοι δύο WH NIV ] δύο κακοῦργοι Treg RP
  323. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33 ἦλθον WH Treg NIV ] ἀπῆλθον RP
  324. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 ὁ δὲ … ποιοῦσιν Treg NIV RP ] [[WH]]
  325. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 κλήρους NIV ] κλῆρον WH Treg RP
  326. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 ἄρχοντες WH Treg NIV ] + σὺν αὐτοῖς RP
  327. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 τοῦ θεοῦ ὁ WH NIV ] ὁ τοῦ θεοῦ Treg RP
  328. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  329. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 ὄξος WH Treg NIV ] καὶ ὄξος RP
  330. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ἐπιγραφὴ WH NIV ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
  331. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 αὐτῷ WH Treg NIV ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
  332. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 οὗτος WH Treg NIV ] – RP
  333. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 λέγων Treg NIV RP ] – WH
  334. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 Οὐχὶ WH Treg NIV ] Εἰ RP
  335. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:40 ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NIV ] ἐπετίμα αὐτῷ λέγων RP
  336. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἔλεγεν WH Treg NIV ] + τᾠ RP
  337. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 μου WH Treg NIV ] + κύριε RP
  338. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NIV
  339. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  340. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43 σοι λέγω WH Treg NIV ] λέγω σοι RP
  341. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 Καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP
  342. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 ἤδη WH Treg NIV ] – RP
  343. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 τοῦ ἡλίου ἐκλιπόντος WH NIV ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
  344. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 δὲ WH NIV ] – Treg RP
  345. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 παρατίθεμαι WH Treg NIV ] παραθήσομαι RP
  346. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 τοῦτο δὲ WH Treg NIV ] καὶ ταῦτα RP
  347. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47 ἐδόξαζεν WH Treg NIV ] ἐδόξασεν RP
  348. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 θεωρήσαντες WH Treg NIV ] θεωροῦντες RP
  349. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 τύπτοντες WH Treg NIV ] + ἑαυτῶν RP
  350. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  351. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 μακρόθεν Treg RP ] απο μακρόθεν WH NIV
  352. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 συνακολουθοῦσαι WH Treg NIV ] συνακολουθήσασαι RP
  353. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50 ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NIV
  354. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:51 προσεδέχετο WH Treg NIV ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
  355. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 καθελὼν WH Treg NIV ] + αὐτὸ RP
  356. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 αὐτὸν WH Treg NA ] αὐτὸ NIV RP
  357. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 οὐδεὶς οὔπω WH Treg NIV ] οὐδέπω οὐδεὶς RP
  358. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:54 παρασκευῆς καὶ WH Treg NIV ] Παρασκευή RP
  359. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 αἱ WH Treg NIV ] – RP
  360. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NIV ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
  361. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἐπὶ τὸ μνῆμα ἦλθον WH NIV ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
  362. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:1 ἀρώματα WH Treg NIV ] + καί τινες σὺν αὐταῖς RP
  363. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 εἰσελθοῦσαι δὲ WH Treg NIV ] Καὶ εἰσελθοῦσαι RP
  364. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:3 σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NIV RP
  365. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἀπορεῖσθαι WH Treg NIV ] διαπορεῖσθαι RP
  366. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:4 ἐσθῆτι ἀστραπτούσῃ WH Treg NIV ] ἐσθήσεσιν ἀστραπτούσαις RP
  367. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:5 τὰ πρόσωπα WH Treg NIV ] τὸ πρόσωπον RP
  368. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:6 οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NIV RP ] [[WH]]
  369. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:7 τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NIV ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
  370. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 WH Treg NIV ] –RP
  371. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἔλεγον WH Treg NIV ] αἳ ἔλεγον RP
  372. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:11 ταῦτα WH Treg NIV ] αὐτῶν RP
  373. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 Ὁ δὲ … τὸ γεγονός Treg NIV RP ] [[WH]]
  374. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 ὀθόνια [[WH]] Treg NIV ] + κείμενα RP
  375. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:12 αὑτὸν [[WH]] ] αὐτὸν Treg; ἑαυτὸν NIV RP
  376. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:13 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NIV ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
  377. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:15 αὐτὸς WH Treg NIV ] + ὁ RP
  378. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:17 ἐστάθησαν WH Treg NIV ] ἐστε RP
  379. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:18 εἷς ὀνόματι WH Treg NA ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
  380. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:19 Ναζαρηνοῦ WH Treg NIV ] Ναζωραίου RP
  381. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:21 καὶ WH Treg NIV ] – RP
  382. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:21 ἄγει WH NIV ] + σήμερον Treg RP
  383. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:22 ὀρθριναὶ WH Treg NIV ] ὄρθριαι RP
  384. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:24 καὶ NIV RP ] – WH Treg
  385. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:27 διερμήνευσεν WH Treg NIV ] διηρμήνευεν RP
  386. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:27 ἑαυτοῦ WH NIV RP ] αὐτοῦ Treg
  387. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:28 προσεποιήσατο WH Treg NIV ] προσεποιεῖτο RP
  388. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:28 πορρώτερον WH Treg NIV ] πορρωτέρω RP
  389. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:29 ἤδη WH Treg NIV ] – RP
  390. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:32 ἐν ἡμῖν Treg NIV RP ] – WH
  391. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:32 ὡς WH Treg NIV ] καὶ ὡς RP
  392. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:33 ἠθροισμένους WH Treg NIV ] συνηθροισμένους RP
  393. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:34 ὄντως ἠγέρθη ὁ κύριος WH Treg NIV ] Ἠγέρθη ὁ κύριος ὄντως RP
  394. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτὸς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  395. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NIV RP
  396. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:38 τῇ καρδίᾳ WH Treg NIV ] ταῖς καρδίαις RP
  397. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:39 ἐγώ εἰμι αὐτός WH Treg NIV ] αὐτὸς ἐγώ εἰμι RP
  398. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 καὶ τοῦτο … τοὺς πόδας Treg NIV RP ] [[WH]]
  399. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 ἔδειξεν [[WH]] Treg NIV ] ἐπέδειξεν RP
  400. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:42 μέρος WH NIV ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
  401. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  402. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 μου WH Treg NIV ] – RP
  403. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 καὶ RP ] + τοῖς WH Treg NIV
  404. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
  405. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 καὶ Treg NIV RP ] εἰς WH NA
  406. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
  407. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
  408. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP
  409. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP
  410. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP
  411. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA
  412. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 πρὸς WH Treg NIV ] εἰς RP
  413. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NIV RP ] [[WH]]
  414. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:52 προσκυνήσαντες αὐτὸν Treg NIV RP ] [[WH]]
  415. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 εὐλογοῦντες WH NIV ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
  416. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 θεόν WH Treg NIV ] + Ἀμήν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes