A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 15:25-32 SBL Greek New Testament (SBLGNT)

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί [a]ἂν εἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ [b]δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ [c]αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον [d]μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν [e]σιτευτὸν μόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ [f]ἔζησεν, καὶ [g]ἀπολωλὼς καὶ εὑρέθη.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:26 ἂν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:28 δὲ WH Treg NIV ] οὖν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:29 αὐτοῦ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 μετὰ WH NIV RP ] +τῶν Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 σιτευτὸν μόσχον WH Treg NIV ] μόσχον τὸν σιτευτόν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἔζησεν WH Treg NA ] ἀνέζησεν NIV RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἀπολωλὼς WH Treg NIV ] + ἦν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes