A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1-10 SBL Greek New Testament (SBLGNT)

15 Ἦσαν δὲ [a]αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ [b]τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ [c]ἀπολέσας [d]ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους [e]αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτως χαρὰ [f]ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως [g]οὗ εὕρῃ; καὶ εὑροῦσα [h]συγκαλεῖ τὰς φίλας [i]καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, [j]γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1 αὐτῷ ἐγγίζοντες WH Treg NIV ] ἐγγίζοντες αὐτῷ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:2 τε WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἀπολέσας WH NIV RP ] ἀπολέσῃ Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἐξ αὐτῶν ἓν WH Treg NIV ] ἓν ἐξ αὐτῶν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:5 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7 ἐν τῷ οὐρανῷ ἔσται WH NIV ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:8 οὗ WH Treg NIV ] ὅτου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 συγκαλεῖ WH NIV ] συγκαλεῖται Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 καὶ WH Treg NIV ] + τὰς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:10 γίνεται χαρὰ WH Treg NIV ] χαρὰ γίνεται RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes