A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 14:7-14SBL Greek New Testament (SBLGNT)

Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε [a]ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον [b]πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ [c]ἀντικαλέσωσίν σε καὶ γένηται [d]ἀνταπόδομά σοι. 13 ἀλλ’ ὅταν [e]δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 ἐρεῖ WH Treg NIV ] εἴπῃ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 πάντων WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀντικαλέσωσίν σε WH Treg NIV ] σε ἀντικαλέσωσιν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀνταπόδομά σοι WH Treg NIV ] σοι ἀνταπόδομα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13 δοχὴν ποιῇς WH NIV ] ποιῇς δοχήν Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes