Add parallel Print Page Options

17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [a]δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ [b]δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ [c]ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν [d]ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.

21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [e]τῷ πνεύματι [f]τῷ ἁγίῳ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως [g]εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22 [h]πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ [i]ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων [j]αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [k]τῆς καρδίας σου καὶ [l]ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ [m]ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ [n]ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

29 Ὁ δὲ θέλων [o]δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν [p]δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες [q]ἡμιθανῆ. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ [r]Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ [s]ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν [t]αὔριον ἐκβαλὼν [u]δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ [v]εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 [w]τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν [x]δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:17 δύο WH NIV ] – Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:19 δέδωκα WH Treg NIV ] δίδωμι RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:19 ἀδικήσῃ NIV RP ] ἀδικήσει WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:20 ἐγγέγραπται WH Treg NIV ] ἐγράφη RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ WH Treg RP ] ἐν τῷ NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ ἁγίῳ WH Treg NIV ] ὁ Ἰησοῦς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 εὐδοκία ἐγένετο WH Treg NIV ] ἐγένετο εὐδοκία RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 πάντα WH Treg NIV ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 ἐὰν NIV RP ] ἂν WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:25 αὐτὸν WH NIV ] + καὶ Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 τῆς Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NIV ] ἐξ ὅλης τῆς ψυχῆς RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NIV ] ἐξ ὅλης τῆς ἰσχύος RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NIV ] ἐξ ὅλης τῆς διανοίας RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:29 δικαιῶσαι WH Treg NIV ] δικαιοῦν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 δὲ RP ] – WH Treg NIV
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 ἡμιθανῆ WH Treg NIV ] + τυγχάνοντα RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:32 Λευίτης WH Treg ] + γενόμενος NIV RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 αὔριον WH Treg NIV ] + ἐξελθών RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 εἶπεν WH Treg NIV ] + αὐτῷ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:36 τίς WH NIV ] + οὖν Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:37 δὲ WH Treg NIV ] οὖν RP

17 υπεστρεψαν δε οι εβδομηκοντα μετα χαρας λεγοντες κυριε και τα δαιμονια υποτασσεται ημιν εν τω ονοματι σου

18 ειπεν δε αυτοις εθεωρουν τον σαταναν ως αστραπην εκ του ουρανου πεσοντα

19 ιδου διδωμι υμιν την εξουσιαν του πατειν επανω οφεων και σκορπιων και επι πασαν την δυναμιν του εχθρου και ουδεν υμας ου μη αδικηση

20 πλην εν τουτω μη χαιρετε οτι τα πνευματα υμιν υποτασσεται χαιρετε δε μαλλον οτι τα ονοματα υμων εγραφη εν τοις ουρανοις

21 εν αυτη τη ωρα ηγαλλιασατο τω πνευματι ο ιησους και ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι απεκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις ναι ο πατηρ οτι ουτως εγενετο ευδοκια εμπροσθεν σου

22 και στραφεις προς τους μαθητας ειπεν παντα παρεδοθη μοι υπο του πατρος μου και ουδεις γινωσκει τις εστιν ο υιος ει μη ο πατηρ και τις εστιν ο πατηρ ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι

23 και στραφεις προς τους μαθητας κατ ιδιαν ειπεν μακαριοι οι οφθαλμοι οι βλεποντες α βλεπετε

24 λεγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεις ηθελησαν ιδειν α υμεις βλεπετε και ουκ ειδον και ακουσαι α ακουετε και ουκ ηκουσαν

25 και ιδου νομικος τις ανεστη εκπειραζων αυτον και λεγων διδασκαλε τι ποιησας ζωην αιωνιον κληρονομησω

26 ο δε ειπεν προς αυτον εν τω νομω τι γεγραπται πως αναγινωσκεις

27 ο δε αποκριθεις ειπεν αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της ισχυος σου και εξ ολης της διανοιας σου και τον πλησιον σου ως σεαυτον

28 ειπεν δε αυτω ορθως απεκριθης τουτο ποιει και ζηση

29 ο δε θελων δικαιουν εαυτον ειπεν προς τον ιησουν και τις εστιν μου πλησιον

30 υπολαβων δε ο ιησους ειπεν ανθρωπος τις κατεβαινεν απο ιερουσαλημ εις ιεριχω και λησταις περιεπεσεν οι και εκδυσαντες αυτον και πληγας επιθεντες απηλθον αφεντες ημιθανη τυγχανοντα

31 κατα συγκυριαν δε ιερευς τις κατεβαινεν εν τη οδω εκεινη και ιδων αυτον αντιπαρηλθεν

32 ομοιως δε και λευιτης γενομενος κατα τον τοπον ελθων και ιδων αντιπαρηλθεν

33 σαμαρειτης δε τις οδευων ηλθεν κατ αυτον και ιδων αυτον εσπλαγχνισθη

34 και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον επιβιβασας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμεληθη αυτου

35 και επι την αυριον εξελθων εκβαλων δυο δηναρια εδωκεν τω πανδοχει και ειπεν αυτω επιμεληθητι αυτου και ο τι αν προσδαπανησης εγω εν τω επανερχεσθαι με αποδωσω σοι

36 τις ουν τουτων των τριων δοκει σοι πλησιον γεγονεναι του εμπεσοντος εις τους ληστας

37 ο δε ειπεν ο ποιησας το ελεος μετ αυτου ειπεν ουν αυτω ο ιησους πορευου και συ ποιει ομοιως

Read full chapter