A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24-38 SBL Greek New Testament (SBLGNT)

24 Ἐφώνησαν οὖν [a]τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι [b]οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν [c]ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον [d]οὖν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 [e]ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ [f]μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν [g]τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 [h]οἴδαμεν ὅτι [i]ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35 [j]Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν [k]εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ [l]ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 [m]εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24 τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NIV ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24 οὗτος ὁ ἄνθρωπος WH NIV ] ὁ ἄνθρωπος οὗτος Treg RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:25 ἐκεῖνος WH Treg NIV ] + καὶ εἶπεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:26 οὖν αὐτῷ WH Treg NIV ] δὲ αὐτῷ πάλιν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NIV; οἱ δὲ ἐλοιδόρησαν Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:28 μαθητὴς εἶ WH Treg NIV ] εἶ μαθητὴς RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:30 τούτῳ γὰρ τὸ WH Treg NIV ] γὰρ τούτῳ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:31 οἴδαμεν WH Treg NIV ] + δὲ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:31 ἁμαρτωλῶν ὁ θεὸς NIV RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 Ἤκουσεν WH NIV ] + ὁ Treg RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 ἀνθρώπου WH NIV ] θεοῦ Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:37 εἶπεν WH Treg NIV ] + δὲ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes