A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:37-47SBL Greek New Testament (SBLGNT)

37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 [a]ἃ ἐγὼ ἑώρακα παρὰ τῷ [b]πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν [c]ἃ ἠκούσατε παρὰ [d]τοῦ πατρὸς ποιεῖτε.

39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ [e]ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ [f]ἐποιεῖτε· 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. [g]εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας [h]οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν. 42 [i]εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ [j]οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; [k]εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 ἃ ἐγὼ WH Treg NIV ] Ἐγὼ ὃ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 πατρὶ WH Treg NIV ] + μου RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 ἃ ἠκούσατε WH Treg NIV ] ὃ ἑωράκατε RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 τοῦ πατρὸς WH Treg NA ] + ὑμῶν NIV; τῷ πατρὶ ὑμῶν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:39 ἐστε WH Treg NA ] ἦτε NIV RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:39 ἐποιεῖτε Treg NIV RP ] ποιεῖτε WH
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:41 εἶπαν WH Treg NIV ] + οὖν RP NA
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:41 οὐ γεγεννήμεθα NIV RP ] οὐκ ἐγεννήθημεν WH Treg
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:42 εἶπεν WH Treg NIV ] + οὖν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:44 οὐκ ἔστηκεν WH NIV ] οὐχ ἕστηκεν Treg RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:46 εἰ WH Treg NIV ] + δὲ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes