A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:21-29SBL Greek New Testament (SBLGNT)

21 Εἶπεν οὖν πάλιν [a]αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ [b]ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ [c]τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; [d]εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν [e]ὅ τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα [f]λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν [g]οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ [h]πατὴρ ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με [i]μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:21 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:23 ἔλεγεν WH Treg NIV ] εἶπεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:23 τούτου τοῦ κόσμου WH Treg NIV ] τοῦ κόσμου τούτου RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:25 εἶπεν WH Treg NIV ] Καὶ εἶπεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:25 ὅ τι Treg NIV RP ] ὅτι WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:26 λαλῶ WH Treg NIV ] λὲγω RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:28 οὖν WH Treg NIV ] + αὐτοῖς RP NA
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:28 πατὴρ WH Treg NIV ] + μου RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:29 μόνον WH Treg NIV ] ὁ πατήρ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes