A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:21-29SBL Greek New Testament (SBLGNT)

21 Εἶπεν οὖν πάλιν [a]αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ [b]ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ [c]τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; [d]εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν [e]ὅ τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα [f]λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν [g]οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ [h]πατὴρ ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με [i]μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:21 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:23 ἔλεγεν WH Treg NIV ] εἶπεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:23 τούτου τοῦ κόσμου WH Treg NIV ] τοῦ κόσμου τούτου RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:25 εἶπεν WH Treg NIV ] Καὶ εἶπεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:25 ὅ τι Treg NIV RP ] ὅτι WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:26 λαλῶ WH Treg NIV ] λὲγω RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:28 οὖν WH Treg NIV ] + αὐτοῖς RP NA
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:28 πατὴρ WH Treg NIV ] + μου RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:29 μόνον WH Treg NIV ] ὁ πατήρ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:21-291550 Stephanus New Testament (TR1550)

21 ειπεν ουν παλιν αυτοις ο ιησους εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν

22 ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν

23 και ειπεν αυτοις υμεις εκ των κατω εστε εγω εκ των ανω ειμι υμεις εκ του κοσμου τουτου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου

24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταις αμαρτιαις υμων

25 ελεγον ουν αυτω συ τις ει και ειπεν αυτοις ο ιησους την αρχην ο τι και λαλω υμιν

26 πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψας με αληθης εστιν καγω α ηκουσα παρ αυτου ταυτα λεγω εις τον κοσμον

27 ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν

28 ειπεν ουν αυτοις ο ιησους οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθως εδιδαξεν με ο πατηρ μου ταυτα λαλω

29 και ο πεμψας με μετ εμου εστιν ουκ αφηκεν με μονον ο πατηρ οτι εγω τα αρεστα αυτω ποιω παντοτε

Viewing of
Cross references
Footnotes