A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:1-30 SBL Greek New Testament (SBLGNT)

Ὡς οὖν ἔγνω ὁ [a]Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης— καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ— ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν [b]πάλιν εἰς τὴν Γαλιλαίαν. ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ [c]τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν [d]ὡς ἕκτη.

Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν· οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς [e]γυναικὸς Σαμαρίτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ [f]ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ [g]διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ [h]διέρχωμαι ἐνθάδε ἀντλεῖν.

16 Λέγει [i]αὐτῇ· Ὕπαγε φώνησον [j]τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν [k]αὐτῷ· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου [l]προσκυνεῖν δεῖ. 21 λέγει αὐτῇ ὁ Ἰησοῦς· [m]Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· 23 ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν· 24 πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν [n]ἅπαντα. 26 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.

27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ [o]ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· Τί ζητεῖς; ἢ τί λαλεῖς μετ’ αὐτῆς; 28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις· 29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα [p]ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός; 30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:1 Ἰησοῦς Holmes NA ] κύριος WH Treg NIV RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:3 πάλιν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:5 τῷ WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:6 ὡς WH Treg NIV ] ὡσεὶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:9 γυναικὸς Σαμαρίτιδος οὔσης WH Treg NIV ] οὔσης γυναικὸς Σαμαρείτιδος RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:11 ἡ γυνή Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:14 διψήσει WH Treg NIV ] διψήσῃ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:15 διέρχωμαι WH NIV ] ἔρχωμαι Treg; ἔρχομαι RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:16 αὐτῇ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:16 τὸν ἄνδρα σου Treg NIV RP ] σου τὸν ἄνδρα WH
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:17 αὐτῷ WH NIV ] – Treg RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:20 προσκυνεῖν δεῖ WH Treg NIV ] δεῖ προσκυνεῖν RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:21 Πίστευέ μοι, γύναι WH Treg NIV ] Γύναι, πίστευέ μοι RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:25 ἅπαντα WH Treg NIV ] πάντα RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:27 ἐθαύμαζον WH Treg NIV ] ἐθαύμασαν RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:29 ὅσα Treg NIV RP ] ἃ WH
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes