A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:32-51 SBL Greek New Testament (SBLGNT)

32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον [a]ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ· 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ [b]ἐκλεκτὸς τοῦ θεοῦ.

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει [c]ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. 37 καὶ ἤκουσαν [d]οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται [e]μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; 39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ [f]ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 41 εὑρίσκει οὗτος [g]πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός). 42 [h]ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς [i]Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι. 44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, [j]Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ [k]ὁ Φίλιππος· Ἔρχου καὶ ἴδε. 47 εἶδεν [l]ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. 48 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 49 ἀπεκρίθη [m]αὐτῷ Ναθαναήλ· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ [n]βασιλεὺς εἶ τοῦ Ἰσραήλ. 50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι [o]ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων [p]ὄψῃ. 51 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω [q]ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:32 ὡς WH Treg NIV ] ὡσεὶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:34 ἐκλεκτὸς Holmes WHmarg ] υἱὸς WH Treg NIV RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:35 NIV RP ] – WH Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:37 οἱ δύο μαθηταὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ οἱ δύο μαθηταὶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:38 μεθερμηνευόμενον WH Treg NIV ] ἑρμηνευόμενον RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:39 ὄψεσθε. ἦλθαν οὖν WH Treg NIV ] ἴδετε. ἦλθαν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:41 πρῶτον WH Treg NIV ] πρῶτος RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 ἤγαγεν WH Treg NIV ] καὶ ἤγαγεν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:45 Ἰησοῦν WH NIV ] + τὸν Treg RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:46 WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:47 RP NIV ] – WH Treg
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:49 αὐτῷ Ναθαναήλ WH Treg NIV ] Ναθαναήλ καὶ λέγει αὐτῷ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:49 βασιλεὺς εἶ WH Treg NIV ] εἶ ὁ βασιλεὺς RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:50 ὅτι WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:50 ὄψῃ WH Treg NIV ] ὄψει RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:51 ὑμῖν WH Treg NIV ] + ἀπ᾽ ἄρτι RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes