A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:29-43 SBL Greek New Testament (SBLGNT)

29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστιν [a]ὑπὲρ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ [b]ἐν ὕδατι βαπτίζων. 32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον [c]ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ· 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ [d]ἐκλεκτὸς τοῦ θεοῦ.

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει [e]ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. 37 καὶ ἤκουσαν [f]οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται [g]μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; 39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ [h]ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 41 εὑρίσκει οὗτος [i]πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός). 42 [j]ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς [k]Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:30 ὑπὲρ WH Treg NIV ] περὶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:31 ἐν WH Treg NIV ] + τῷ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:32 ὡς WH Treg NIV ] ὡσεὶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:34 ἐκλεκτὸς Holmes WHmarg ] υἱὸς WH Treg NIV RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:35 NIV RP ] – WH Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:37 οἱ δύο μαθηταὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ οἱ δύο μαθηταὶ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:38 μεθερμηνευόμενον WH Treg NIV ] ἑρμηνευόμενον RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:39 ὄψεσθε. ἦλθαν οὖν WH Treg NIV ] ἴδετε. ἦλθαν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:41 πρῶτον WH Treg NIV ] πρῶτος RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 ἤγαγεν WH Treg NIV ] καὶ ἤγαγεν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes