A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:31-37SBL Greek New Testament (SBLGNT)

31 Οἱ οὖν Ἰουδαῖοι, [a]ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον [b]ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ [c]ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ [d]αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα [e]καὶ ὑμεῖς [f]πιστεύητε. 36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται [g]αὐτοῦ. 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:31 ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ WH Treg NIV ] ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33 ἤδη αὐτὸν WH Treg NIV ] αὐτὸν ἤδη RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:34 ἐξῆλθεν εὐθὺς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:35 αὐτοῦ ἐστιν WH Treg NIV ] ἐστιν αὐτοῦ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:35 καὶ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:35 πιστεύητε WH Treg ] πιστεύσητε NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36 αὐτοῦ WH Treg NIV ] ἀπ᾽ αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes