A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:1-37 SBL Greek New Testament (SBLGNT)

19 Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ [a]ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. [b]καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι [c]οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· [d]Ἰδοὺ ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον [e]σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν [f]νόμον ὀφείλει ἀποθανεῖν, ὅτι [g]υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.

Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω [h]ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; 11 ἀπεκρίθη [i]αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν [j]κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν [k]δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ [l]παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 ἐκ τούτου [m]ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι [n]ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖν Πιλᾶτος ἀκούσας [o]τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν [p]ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα [q]ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 [r]ἐκραύγασαν οὖν ἐκεῖνοι· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον [s]οὖν τὸν [t]Ἰησοῦν· 17 καὶ βαστάζων [u]αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς [v]τὸν λεγόμενον Κρανίου Τόπον, [w]ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, [x]Ῥωμαϊστί, Ἑλληνιστί. 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς [y]τῶν Ἰουδαίων εἰμί. 22 ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα. 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου· 24 εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [z]ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ [aa]μητρί· Γύναι, [ab]ἴδε ὁ υἱός σου· 27 εἶτα λέγει τῷ μαθητῇ· [ac]Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

28 Μετὰ τοῦτο [ad]εἰδὼς ὁ Ἰησοῦς ὅτι [ae]ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. 29 [af]σκεῦος ἔκειτο ὄξους μεστόν· [ag]σπόγγον οὖν μεστὸν τοῦ ὄξους [ah]ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

31 Οἱ οὖν Ἰουδαῖοι, [ai]ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον [aj]ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ [ak]ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ [al]αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα [am]καὶ ὑμεῖς [an]πιστεύητε. 36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται [ao]αὐτοῦ. 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:3 ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:4 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν οὖν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:4 οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ WH Treg NIV ] ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:5 Ἰδοὺ WH Treg NIV ] Ἴδε RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:6 σταύρωσον WH Treg NIV ] + αὐτὸν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:7 νόμον WH Treg NIV ] + ἡμῶν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:7 υἱὸν θεοῦ ἑαυτὸν WH Treg NIV ] ἑαυτὸν υἱὸν θεοῦ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:10 ἀπολῦσαί σε … ἔχω σταυρῶσαί WH Treg NIV ] σταυρῶσαί σε … ἔχω ἀπολῦσαί RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 αὐτῷ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 κατ᾽ ἐμοῦ οὐδεμίαν WH Treg NIV ] οὐδεμίαν κατ᾽ ἐμοῦ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 δεδομένον σοι WH Treg NIV ] σοι δεδομένον RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 παραδούς WH NIV ] παραδιδούς Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ὁ Πιλᾶτος ἐζήτει WH Treg NIV ] ἐζήτει ὁ Πιλᾶτος RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ἐκραύγασαν WH Treg NIV ] ἔκραζον RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 τῶν λόγων τούτων WH Treg NIV ] τοῦτον τὸν λόγον RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 ἐπὶ WH Treg NIV ] + τοῦ RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:14 ἦν ὡς WH Treg NIV ] δὲ ὡσεὶ RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:15 ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NIV ] Οἱ δὲ ἐκραύγασαν RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:16 οὖν WH Treg NIV ] δὲ RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:16 Ἰησοῦν WH Treg NIV ] + καὶ ἤγαγον RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NIV; τὸν σταυρὸν αὐτοῦ RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 τὸν WH Treg NIV ] τόπον RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 WH Treg NIV ] ὅς RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NIV ] Ἑλληνιστί Ῥωμαϊστί RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NIV RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:24 ἡ λέγουσα Treg NIV RP ] – WH
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 μητρί WH Treg NIV ] + αὐτοῦ RP
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 ἴδε WH Treg NIV ] ἰδοὺ RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:27 Ἴδε WH Treg NIV ] Ἰδοὺ RP
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 εἰδὼς WH Treg NIV ] ἰδὼν RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 ἤδη πάντα WH Treg NIV ] πάντα ἤδη RP
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 σκεῦος WH Treg NIV ] + οὖν RP
  33. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 σπόγγον οὖν μεστὸν τοῦ WH Treg NIV ] οἱ δέ πλήσαντες σπόγγον RP
  34. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 ὑσσώπῳ WH Treg NIV ] καὶ ὑσσώπῳ RP
  35. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:31 ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ WH Treg NIV ] ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν RP
  36. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:33 ἤδη αὐτὸν WH Treg NIV ] αὐτὸν ἤδη RP
  37. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:34 ἐξῆλθεν εὐθὺς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
  38. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:35 αὐτοῦ ἐστιν WH Treg NIV ] ἐστιν αὐτοῦ RP
  39. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:35 καὶ WH Treg NIV ] – RP
  40. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:35 πιστεύητε WH Treg ] πιστεύσητε NIV RP
  41. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36 αὐτοῦ WH Treg NIV ] ἀπ᾽ αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:1-37 1550 Stephanus New Testament (TR1550)

19 τοτε ουν ελαβεν ο πιλατος τον ιησουν και εμαστιγωσεν

και οι στρατιωται πλεξαντες στεφανον εξ ακανθων επεθηκαν αυτου τη κεφαλη και ιματιον πορφυρουν περιεβαλον αυτον

και ελεγον χαιρε ο βασιλευς των ιουδαιων και εδιδουν αυτω ραπισματα

εξηλθεν ουν παλιν εξω ο πιλατος και λεγει αυτοις ιδε αγω υμιν αυτον εξω ινα γνωτε οτι εν αυτω ουδεμιαν αιτιαν ευρισκω

εξηλθεν ουν ο ιησους εξω φορων τον ακανθινον στεφανον και το πορφυρουν ιματιον και λεγει αυτοις ιδε ο ανθρωπος

οτε ουν ειδον αυτον οι αρχιερεις και οι υπηρεται εκραυγασαν λεγοντες σταυρωσον σταυρωσον λεγει αυτοις ο πιλατος λαβετε αυτον υμεις και σταυρωσατε εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν

απεκριθησαν αυτω οι ιουδαιοι ημεις νομον εχομεν και κατα τον νομον ημων οφειλει αποθανειν οτι εαυτον υιον θεου εποιησεν

οτε ουν ηκουσεν ο πιλατος τουτον τον λογον μαλλον εφοβηθη

και εισηλθεν εις το πραιτωριον παλιν και λεγει τω ιησου ποθεν ει συ ο δε ιησους αποκρισιν ουκ εδωκεν αυτω

10 λεγει ουν αυτω ο πιλατος εμοι ου λαλεις ουκ οιδας οτι εξουσιαν εχω σταυρωσαι σε και εξουσιαν εχω απολυσαι σε

11 απεκριθη ο ιησους ουκ ειχες εξουσιαν ουδεμιαν κατ εμου ει μη ην σοι δεδομενον ανωθεν δια τουτο ο παραδιδους με σοι μειζονα αμαρτιαν εχει

12 εκ τουτου εζητει ο πιλατος απολυσαι αυτον οι δε ιουδαιοι εκραζον λεγοντες εαν τουτον απολυσης ουκ ει φιλος του καισαρος πας ο βασιλεα αυτον ποιων αντιλεγει τω καισαρι

13 ο ουν πιλατος ακουσας τουτον τον λογον ηγαγεν εξω τον ιησουν και εκαθισεν επι του βηματος εις τοπον λεγομενον λιθοστρωτον εβραιστι δε γαββαθα

14 ην δε παρασκευη του πασχα ωρα δε ωσει εκτη και λεγει τοις ιουδαιοις ιδε ο βασιλευς υμων

15 οι δε εκραυγασαν αρον αρον σταυρωσον αυτον λεγει αυτοις ο πιλατος τον βασιλεα υμων σταυρωσω απεκριθησαν οι αρχιερεις ουκ εχομεν βασιλεα ει μη καισαρα

16 τοτε ουν παρεδωκεν αυτον αυτοις ινα σταυρωθη παρελαβον δε τον ιησουν και απηγαγον

17 και βασταζων τον σταυρον αυτου εξηλθεν εις τον λεγομενον κρανιου τοπον ος λεγεται εβραιστι γολγοθα

18 οπου αυτον εσταυρωσαν και μετ αυτου αλλους δυο εντευθεν και εντευθεν μεσον δε τον ιησουν

19 εγραψεν δε και τιτλον ο πιλατος και εθηκεν επι του σταυρου ην δε γεγραμμενον ιησους ο ναζωραιος ο βασιλευς των ιουδαιων

20 τουτον ουν τον τιτλον πολλοι ανεγνωσαν των ιουδαιων οτι εγγυς ην της πολεως ο τοπος οπου εσταυρωθη ο ιησους και ην γεγραμμενον εβραιστι ελληνιστι ρωμαιστι

21 ελεγον ουν τω πιλατω οι αρχιερεις των ιουδαιων μη γραφε ο βασιλευς των ιουδαιων αλλ οτι εκεινος ειπεν βασιλευς ειμι των ιουδαιων

22 απεκριθη ο πιλατος ο γεγραφα γεγραφα

23 οι ουν στρατιωται οτε εσταυρωσαν τον ιησουν ελαβον τα ιματια αυτου και εποιησαν τεσσαρα μερη εκαστω στρατιωτη μερος και τον χιτωνα ην δε ο χιτων αρραφος εκ των ανωθεν υφαντος δι ολου

24 ειπον ουν προς αλληλους μη σχισωμεν αυτον αλλα λαχωμεν περι αυτου τινος εσται ινα η γραφη πληρωθη η λεγουσα διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον οι μεν ουν στρατιωται ταυτα εποιησαν

25 ειστηκεισαν δε παρα τω σταυρω του ιησου η μητηρ αυτου και η αδελφη της μητρος αυτου μαρια η του κλωπα και μαρια η μαγδαληνη

26 ιησους ουν ιδων την μητερα και τον μαθητην παρεστωτα ον ηγαπα λεγει τη μητρι αυτου γυναι ιδου ο υιος σου

27 ειτα λεγει τω μαθητη ιδου η μητηρ σου και απ εκεινης της ωρας ελαβεν αυτην ο μαθητης εις τα ιδια

28 μετα τουτο ειδως ο ιησους οτι παντα ηδη τετελεσται ινα τελειωθη η γραφη λεγει διψω

29 σκευος ουν εκειτο οξους μεστον οι δε πλησαντες σπογγον οξους και υσσωπω περιθεντες προσηνεγκαν αυτου τω στοματι

30 οτε ουν ελαβεν το οξος ο ιησους ειπεν τετελεσται και κλινας την κεφαλην παρεδωκεν το πνευμα

31 οι ουν ιουδαιοι ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω επει παρασκευη ην ην γαρ μεγαλη η ημερα εκεινου του σαββατου ηρωτησαν τον πιλατον ινα κατεαγωσιν αυτων τα σκελη και αρθωσιν

32 ηλθον ουν οι στρατιωται και του μεν πρωτου κατεαξαν τα σκελη και του αλλου του συσταυρωθεντος αυτω

33 επι δε τον ιησουν ελθοντες ως ειδον αυτον ηδη τεθνηκοτα ου κατεαξαν αυτου τα σκελη

34 αλλ εις των στρατιωτων λογχη αυτου την πλευραν ενυξεν και ευθυς εξηλθεν αιμα και υδωρ

35 και ο εωρακως μεμαρτυρηκεν και αληθινη αυτου εστιν η μαρτυρια κακεινος οιδεν οτι αληθη λεγει ινα υμεις πιστευσητε

36 εγενετο γαρ ταυτα ινα η γραφη πληρωθη οστουν ου συντριβησεται αυτου

37 και παλιν ετερα γραφη λεγει οψονται εις ον εξεκεντησαν

Viewing of
Cross references
Footnotes