A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23-33SBL Greek New Testament (SBLGNT)

23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, [a]ἄν τι αἰτήσητε τὸν πατέρα [b]δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.

25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· [c]ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς [d]ἀπαγγελῶ ὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ [e]θεοῦ ἐξῆλθον. 28 ἐξῆλθον [f]ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.

29 [g]Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν [h]ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη [i]αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε; 32 ἰδοὺ ἔρχεται ὥρα [j]καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν. 33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23 ἄν τι WH Treg NIV ] ὅτι ὅσα ἄν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23 δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NIV RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:25 ἔρχεται WH Treg NIV ] ἀλλ᾽ ἔρχεται RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:25 ἀπαγγελῶ WH Treg NIV ] ἀναγγελῶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:27 θεοῦ NIV RP ] πατρὸς WH Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:28 ἐκ WH Treg ] παρὰ NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:29 Λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:29 ἐν WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:31 αὐτοῖς WH Treg NIV ] + ὁ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:32 καὶ WH Treg NIV ] νῦν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes